1 | — — — — — — — μ̣ε̣ι̣ν̣#⁷#⁷#⁷#⁷ — — — — |
— — — — — — τῇ ἱερατευούσ[ῃ — — —] | |
[— — — — δια]τετήρηται μέχρι τω — — — | |
․․․․ τύχηι ἀγαθῆι δεδόχθαι ταῖς — — — — | |
5 | [τ]ὴν γεινομένην ἀεὶ ἱέρειαν μετα[παραλαμβά]- |
νειν μετὰ τῶν λοιπῶν καὶ τὴν ὅλη̣[ν τοῦ ἱεροῦ] | |
κατασκευὴν μετὰ χειρογράφου [ἀπογραφῆς] | |
τῶν π<α>ραδιδομένων αὐτῆι, τὴν [δὲ μεταπαρα]- | |
λαβοῦσαν ἀεὶ προνοεῖσθαι τῆς φυ̣[λακῆς αὐ]- | |
10 | τῶν καὶ διαμονῆς εἰς τὸν ἅπαντα [χρόνον, ἐπι]- |
σκευαζούσης ἑκάστης τὰ πρ[οσδεόμε]- | |
να ἐπ[ὶ] τοῦ ἰδίου ἐνιαυτοῦ· ἐὰν δέ [τις παρα]- | |
λαβο[ῦ]σα μὴ παραδῶι καθὼς παρέ[λαβε, ὀ]- | |
φείλε̣[ιν α]ὐτὴν τὸ ἐσόμενον ἀν[άλω]- | |
15 | μα κ̣α[ὶ ἐκπ]ράττεσθαι ὑπὸ τῆς με[τ’ αὐ̣τὴν] |
ἱερε[ίας· μ]ηδεμιᾶι δὲ ἐξέστω [ἆραι? τὸν κόσ]- | |
μον κ̣α̣τὰ μηδένα τρόπον μηδ[ὲ μετα]- | |
θε[ῖ]ν[α]ι· ὀμνύναι δὲ ἐν τῶι Σκιροφοριῶν[ι] | |
τὴ̣[ν π]ροσιδρυομένην καὶ μέλ<λ>ουσαν | |
20 | εἰ[σάγε]σθαι ἐξορκιζομένην ὑπὸ τῆ[ς] |
π̣ρ̣ὸ αὐτῆς ἱερέας, ὅτι τηρήσει τόν τε | |
τῶν θεῶν κ<ό>σ<μ>ον καὶ τοῦ ἱεροῦ τὴν κατα- | |
σκευὴν ὁλόκληρον· vvvvvv ἵνα τού- | |
των συντελουμένων εὐσεβῶς ἔχῃ | |
25 | ἑκάστη τῶν ἱερατευουσῶν τοῦ τε̣ |
κόσ<μ>ου τῶν θεῶν καὶ τοῦ ναοῦ εἰς τὸν ἅ- | |
παντα χρόνον. ἀναγράψαι δὲ τόδε | |
τὸ δόγμα εἰς στήλην λιθίνην καὶ κα- | |
θιερῶσαι πρὸς τὸν ἅπαντα χρόνον. | |
30 | vacat 0.18 |
IG II²
1346