Epitaph with a testament and an imprecation.  Marble slab with raised border, in three joining pieces.
[ ] Capp. — Archelais (Aksaray) — Yeşilova: Büyüktaşlı Höyük — ca. 50-150 AD — EA 34 (2002) 23-27 — EA 37 (2004) 95-100
1 ταῦτα δὲ κελεύω τοῖς ὑπ’ ἐμοῦ ἠλευθερωμέ-
νοις ἐπὶ ταύτῃ τῇ αἱρέσι καὶ τοῖς ὑπ’ ἐμοῦ διατεταγ-
μένοις ἐν ταῖς δυσὶ τάβλαις καὶ κωδικίλλοις, ὥστε
τέκνα μὴ ἐκτίθεσθαι, ὥστε τὸ γένος τῶν ἀπελ-
5 ευθέρων διὰ παντὸς συνεστάναι, καὶ τῇ ἐμῇ θή-
κῃ μηκέτι μηδεὶς ἐπιβαλλέσθω· ἐὰν δέ τις τῶν
ἀπελευθέρων ἢ ἐγγόνων αὐτῶν ἢ ἀδικήσῃ ἢ
ἀφέληταί τι αὐτῶν τῶν ὑπ’ ἐμοῦ δεδομμένω-
ν ἢ βλάψῃ ἢ ἐνεπηριάσῃ, τοῦτον ἀποτείνειν
10 τῇ ἐν Κομάνοις θεῷ κατ’ ἐνιαυτὸν παρθένου-
ς ἀφθόρους ἐννέα, πάλληκας ∙θʹ∙, ταύρους ∙θʹ∙
λευκοὺς χρυσοκέρωτας, ∙θʹ∙ βόα[ς θ]ηλείας, ∙θʹ∙ ἵπ-
πους χρυσοχαλινώτους, τράγους λ[ε]υκοὺς ∙θʹ∙,
αἶγας ∙θʹ∙, κρειοὺς χρυσομάλλους ∙θʹ∙, χελιδόνα-
15 ς λευκὰς ∙θʹ∙· ταῦτα δὲ ἀναφερέτω Διὶ ἀπὸ Θυμ-
νάσων καὶ Διὶ Φαρνάουᾳ καὶ τῇ Ἀναΐτιδι καὶ
μήθ’ οὕτως ἐξευμενίζοιντο οἱ προγεγραμ-
μένοι θεοί· καὶ μήτε γῆ καρπὸν δοίη μήτε οὐρανὸς
ὕδωρ μήτε ἥλιος φῶς, ἀλ<λ>’ ἔνοχον εἶναι ἱεροσυλία-
20 ς· καὶ πανώλης καὶ ἐξώλης πρό<ρ>ριζος ἀπόλοιτο· τ-
αύτην τὴν τά[βλα]ν ἀνέθηκα ἐν τῷ τάφῳ μου.
Search Help
Contact Us