Funerary epigram for the son and grandson of Theodoros.  Large block, now in two fragments.
[ ] Capp. — Komana-Hieropolis (Şarköy) — undated — AS 18 (1968) 124, 5,47 — EA 30 (1998) 111, I
1  οὐ μόνος ἐγ μερόπων υἱοῦ σὺν̣ [κό]μβον ἔθη[κ]α̣
 ξυνὸς δ’ ἀνθρώπων τοῖος βίος, ὦ̣ Θεόδωρε,
  οὐ γὰρ ἴσος ζωῆς ἐρατῆς ὅρος· οὐ[κ] ἐπὶ γήραι
πάντας ἄγει κρατερῶν ἀπαλίντροπα [ν]ή̣ματα μοιρῶν·
5 ὥστ’ εἴ τις φθιμένοισι πέλ<ε>ι νόος ε̣[ἰ]ν Ἀΐδος γε,
τέρπεο παῖσι φίλοις προτιδέγμενος̣ ἡ̣μέας αἰέν.
Search Help
Contact Us