[ ]
Att. — non-stoich. — c. 37/6
in corona: | |
1 | Διόδω- |
ρον Σω- | |
κράτους | |
Ἀφιδναῖ- | |
5 | ον |
5a | vacat 0.055 |
6 | ἐπὶ Θεοπίθου ἄρχοντος, Μουνιχιῶνος |
ἕκτῃ· ἐπ[ε]ιδὴ [Δι]όδωρος Σωκράτου Ἀφ[ι]- | |
δναῖος εὔνους ὢν δ[ια]τελεῖ τῶι [κοινῶι] τῶι | |
Σωτηριαστῶν καὶ λόγῳ καὶ ἔργωι πράττω[ν] τ[ὰ] | |
10 | συνφέροντα τῇ συνόδωι, γενηθεὶς δ[ὲ] |
καὶ παραίτιος τῆς ἄνωθεν συλλογῆς καὶ | |
τὴν σύνοδον αὐτὸς κτίσας ἀρχερανισ[τ]- | |
ὴς ὑπέμεινεν, καὶ ταμιεύσας ἐν τῶι ἐπὶ | |
Εὐθυδόμου ἄρχοντος ἐνιαυτῶι προεστά- | |
15 | τησεν τοῦ θεμελιωθῆναι τὴν σύνοδον· ἀ- |
διαλίπτως δὲ ἐπαγωνιζόμενος καὶ ἐν | |
τῶι ἐπὶ Νικάνδρου ἄρχοντος ἐνιαυτῷ ταμιεύ- | |
σας ὡσαύτως εὔξησεν τὰ κοινά· ἀκοπίατον δὲ | |
ἑατὸν παρεχόμενος καὶ ἐν τῷ ἐπὶ Διοκλέους | |
20 | Μελιτέως ἄρχοντος ἐνιαυτῶι ταμιεύσας ἐποί- |
ησεν ἐκ πλήρους τὰ δίκαια καὶ τὰ νῦν ἐν τῶι | |
ἐπὶ Καλλικρατίδου ἄρχοντος ἐνιαυτῷ ταμιεύσας π[ᾶ]- | |
σαν εἰσηνέγκατο σπουδὴν καὶ φιλοτιμίαν περὶ τῶν κοι- | |
νῶν· κατασταθεὶς δὲ καὶ ἱερεὺς τῆς Σωτείρας ἐν τῶι ἐ- | |
25 | πὶ Μενάνδρου ἄρχοντος ἐνιαυτῶι ἐκαλλιέρησεν καὶ ἀφιλαργύρως |
ἱστανόμενος ἡστίασεν τοὺς ἐρανιστὰς ἐκ τῶ〚ι〛ν {²⁶τῶν}²⁶ ἰδίων | |
ἀναλώσας οὐκ ὀλίγον χρῆμα· ἐφ’ οἷς ἅπασιν ἡ σύνοδος ἀποδε- | |
ξαμένη τὴν ἐκτένειαν καὶ φιλοτιμίαν αὐτοῦ ὁμοθυμα- | |
δὸν προεβάλετο τοὺς εἰσοίσοντας αὐτοῖς τὰς καθηκού- | |
30 | σας τιμὰς Λεύκιον Ἀρτεμιδώρου Ἀζηνιέα, Δημήτριον Ἀρτε- |
μιδώρου Λαμπτρέα, Διότιμον Δημητρίου Κηφισιέα, Φίλιππον | |
Φιλίππου Ἰκαριέα· τύχῃ ἀγαθῆι, δεδόχθαι τῷ κοινῶι τῶν Σωτηρι- | |
αστῶν, ὧν ἀρχερανιστὴς Διόδωρος Σωκράτους Ἀφιδναῖος, <ἐπαινέσαι Διόδωρον Σωκράτους Ἀφιδναῖον> καὶ | |
στεφανῶσαι θαλλοῦ στεφάνωι ἐφ’ ᾗ ἔσχηκεν πρὸς τὴν σύνοδον | |
35 | ἀδιαλίπτωι φιλοτιμίᾳ· στεφανοῦσθαι δὲ αὐτὸν καθ’ ἕκα[σ]- |
τον ἐνιαυτὸν ὑπὸ τοῦ ἀεὶ ἐσομένου ταμίου καθὼς καὶ οἱ | |
ἱερεῖς καὶ ὁ ἀρχερανιστής· ἀναγορεύεσθαι δὲ ὅτι τὸ κοι- | |
νὸν τῶν Σωτηριαστῶν στεφανοῖ Διόδωρον κατὰ τὸ δό- | |
γμα. ἀναγράψαι δὲ τόδε τὸ δόγμα εἰς στήλην λιθίνην | |
40 | καὶ ἀναθῖναι ἐν τῶι τεμένει τῆς Σωτείρας, ἵνα τούτων |
συντελουμένων πολλοὶ ζηλωταὶ γίνωνται τὴν | |
〚τὴν〛 σύνοδον ἐπαύξειν, βλέποντες τὸν κτίσαντα τυγ- | |
χάνοντα τῆς πρεπούσης εὐνοίας τε καὶ μνήμης. | |
Λεύκιος Ἀρτεμιδώρου Ἀζηνιεὺς εἶπεν· vv τῶ〚ι〛ν {²⁶τῶν}²⁶ ψή- | |
45 | φων αἷς ἐδόκει τόδε τὸ δόγμα κύριον εἶναι, ἑξήκον[τα]· |
αἷς δὲ οὐκ ἐδόκει οὐδεμία. |