[ ] Att. — non-stoich. — c. 37/6
in corona:
1         Διόδω-
       ρον Σω-
       κράτους
       Ἀφιδναῖ-
5           ον
5a      vacat 0.055
6 ἐπὶ Θεοπίθου ἄρχοντος, Μουνιχιῶνος
ἕκτῃ· ἐπ[ε]ιδὴ [Δι]όδωρος Σωκράτου Ἀφ[ι]-
δναῖος εὔνους ὢν δ[ια]τελεῖ τῶι [κοινῶι] τῶι
Σωτηριαστῶν καὶ λόγῳ καὶ ἔργωι πράττω[ν] τ[ὰ]
10 συνφέροντα τῇ συνόδωι, γενηθεὶς δ[ὲ]
καὶ παραίτιος τῆς ἄνωθεν συλλογῆς καὶ
τὴν σύνοδον αὐτὸς κτίσας ἀρχερανισ[τ]-
ὴς ὑπέμεινεν, καὶ ταμιεύσας ἐν τῶι ἐπὶ
Εὐθυδόμου ἄρχοντος ἐνιαυτῶι προεστά-
15 τησεν τοῦ θεμελιωθῆναι τὴν σύνοδον· ἀ-
διαλίπτως δὲ ἐπαγωνιζόμενος καὶ ἐν
τῶι ἐπὶ Νικάνδρου ἄρχοντος ἐνιαυτῷ ταμιεύ-
σας ὡσαύτως εὔξησεν τὰ κοινά· ἀκοπίατον δὲ
ἑατὸν παρεχόμενος καὶ ἐν τῷ ἐπὶ Διοκλέους
20 Μελιτέως ἄρχοντος ἐνιαυτῶι ταμιεύσας ἐποί-
ησεν ἐκ πλήρους τὰ δίκαια καὶ τὰ νῦν ἐν τῶι
ἐπὶ Καλλικρατίδου ἄρχοντος ἐνιαυτῷ ταμιεύσας π[ᾶ]-
σαν εἰσηνέγκατο σπουδὴν καὶ φιλοτιμίαν περὶ τῶν κοι-
νῶν· κατασταθεὶς δὲ καὶ ἱερεὺς τῆς Σωτείρας ἐν τῶι ἐ-
25 πὶ Μενάνδρου ἄρχοντος ἐνιαυτῶι ἐκαλλιέρησεν καὶ ἀφιλαργύρως
ἱστανόμενος ἡστίασεν τοὺς ἐρανιστὰς ἐκ τῶ〚ι〛ν {²⁶τῶν}²⁶ ἰδίων
ἀναλώσας οὐκ ὀλίγον χρῆμα· ἐφ’ οἷς ἅπασιν ἡ σύνοδος ἀποδε-
ξαμένη τὴν ἐκτένειαν καὶ φιλοτιμίαν αὐτοῦ ὁμοθυμα-
δὸν προεβάλετο τοὺς εἰσοίσοντας αὐτοῖς τὰς καθηκού-
30 σας τιμὰς Λεύκιον Ἀρτεμιδώρου Ἀζηνιέα, Δημήτριον Ἀρτε-
μιδώρου Λαμπτρέα, Διότιμον Δημητρίου Κηφισιέα, Φίλιππον
Φιλίππου Ἰκαριέα· τύχῃ ἀγαθῆι, δεδόχθαι τῷ κοινῶι τῶν Σωτηρι-
αστῶν, ὧν ἀρχερανιστὴς Διόδωρος Σωκράτους Ἀφιδναῖος, <ἐπαινέσαι Διόδωρον Σωκράτους Ἀφιδναῖον> καὶ
στεφανῶσαι θαλλοῦ στεφάνωι ἐφ’ ᾗ ἔσχηκεν πρὸς τὴν σύνοδον
35 ἀδιαλίπτωι φιλοτιμίᾳ· στεφανοῦσθαι δὲ αὐτὸν καθ’ ἕκα[σ]-
τον ἐνιαυτὸν ὑπὸ τοῦ ἀεὶ ἐσομένου ταμίου καθὼς καὶ οἱ
ἱερεῖς καὶ ὁ ἀρχερανιστής· ἀναγορεύεσθαι δὲ ὅτι τὸ κοι-
νὸν τῶν Σωτηριαστῶν στεφανοῖ Διόδωρον κατὰ τὸ δό-
γμα. ἀναγράψαι δὲ τόδε τὸ δόγμα εἰς στήλην λιθίνην
40 καὶ ἀναθῖναι ἐν τῶι τεμένει τῆς Σωτείρας, ἵνα τούτων
συντελουμένων πολλοὶ ζηλωταὶ γίνωνται τὴν
〚τὴν〛 σύνοδον ἐπαύξειν, βλέποντες τὸν κτίσαντα τυγ-
χάνοντα τῆς πρεπούσης εὐνοίας τε καὶ μνήμης.
Λεύκιος Ἀρτεμιδώρου Ἀζηνιεὺς εἶπεν· vv τῶ〚ι〛ν {²⁶τῶν}²⁶ ψή-
45 φων αἷς ἐδόκει τόδε τὸ δόγμα κύριον εἶναι, ἑξήκον[τα]·
αἷς δὲ οὐκ ἐδόκει οὐδεμία.
Search Help