Honorific decree for Seleukos I and son Antiochos I. Tall stele of local hard brownish stone, in two joining pieces, broken at the top; inscriptions on the front and back faces (nos. 1406A-B). Stoich.
[ ]
Aeol. — Aigai (Nemrutkale, Gün Dağı) — 281 BC or shortly after — EA 42 (2009) 39, I — BE (2010) 522 (p.829-832) (cf.)
[— — — — — — — — — — — — — — — —] | |
[․․․ κ]αὶ καλῶ[ς ․․․․․․․]ΝΑΙ Σελε̣ύ̣κωι κ̣[αὶ] | |
Ἀ̣ντιό̣χ̣ω̣ι̣ [․․․․․․․․]· ἵνα δὲ καὶ εἰς τὸ̣ν π̣[ά]- | |
[ν]τα χρόνον [․]Σ ὑπ’ ἀν[θ]ρ̣ώ̣π̣ω̣ν̣ τὴν κ[α]ταξίαν̣ | |
[τ]ῶν εὐεργετημάτων, ἧ̣ι̣ θεο̣ὶ̣ ο̣ἱ̣ ἐ̣[πι]φ̣ανέ[ν]- | |
5 | [τε]ς τιμῶνται Σέλευκος καὶ Ἀντ̣[ίο]χος, να- |
[ό]ν τε οἰκοδομῆσαι ὡ̣ς̣ κάλλιστ[ον] π̣ρὸς τῶ̣- | |
[ι] περιβόλωι τοῦ Ἀπόλλωνος κ̣αὶ [τό]πον πε- | |
[ρι]βαλέσθαι καὶ ἀγάλματα ἀναθ̣[εῖ]ναι δύ- | |
[ο] ὡ̣ς̣ κάλλιστα, ἐπιγράψαντας Σέ[λ]ευκον κ- | |
10 | αὶ Ἀντίοχον, καὶ πρὸ τοῦ ναοῦ στῆσαι ἄγα̣- |
[λ]μα καὶ βωμὸν τῆς Σωτείρας· ἱδρύσασθαι | |
[δ]ὲ καὶ βωμὸν τοῦ ναοῦ κατεναντίον σωτή̣- | |
[ρ]ων ἐπιγεγραμένον Σελεύκου καὶ Ἀντι̣- | |
[ό]χο̣υ̣· ἀ̣νεῖν̣αι δὲ καὶ τέμενος ὡς κάλλιστ- | |
15 | [ο]ν· ἀ̣ν̣ι̣έ̣ναι δ̣ὲ καὶ ταύρους ἐν τῆι ἑκατόμ̣- |
[βηι] ε̣ἰ̣ς̣ τὸ̣ν̣ περίβολον Σελεύκωι καὶ Ἀντι̣- | |
[όχω]ι̣ σωτῆρσι καὶ θύειν̣ καθάπερ καὶ τῶι̣ | |
[Ἀπό]λλ[ων]ι τὰς λαχούσας τῶ̣ν [․]Ξ̣Ι̣ΚΝΙΩΝ· ἄγ̣- | |
[ειν δὲ] κα[ὶ κα]τὰ μῆνα γ’ ἕ̣κ̣α̣σ̣το̣ν δύο θυσία- | |
20 | [ς] ἐν ἧ̣ι ἡμέραι ἐλεύθ[ερ]ο̣ι̣ ἐγενόμεθα· ΣΕ[․]- |
[— — — —]ΜΕΝΟΣ τ̣ῶ̣ν̣ δυσ̣οργησιῶν τῶν ΕΚ̣- | |
[— — — — δια]ν̣έ̣μ̣ε̣ι̣ν̣ δ̣ὲ̣ καὶ τὰς φυλὰς ὁπ̣[η]- | |
[λίκαι εἰσ]ὶ ὥστε ἓξ ὑπά̣ρ̣ξ̣αι ἀντὶ τῶν τεσσ[ά]- | |
[ρων· ὀνομάσαι δὲ φυλ]ὰς δύο Σελευκίδα καὶ̣ | |
25 | [Ἀ]ν̣τ̣ι̣ο̣χ̣ί̣δ̣α̣ [— — —]Α̣Ι̣ καὶ αὐτὰς καὶ τὰς Α[․]- |
[— — — — — — — — — —] δὲ καὶ Ε[․․․․] | |
[— — — — κ]α̣ὶ̣ στῆσ̣αι ἐν τῶι πρυτανείω̣ι̣ | |
[— — — — — — — — — — — — — — —] | |
[— — — — — — —]ΝΙΣ̣ΤΗΝ καὶ [․․․․․․] | |
30 | [— — — — — — — — —]ΑΙ δὲ τὴν ἀνα[γ]- |
[— — — — — — — — —]Σ̣ΤΕ̣ΤΟΝΑΠΟΛ̣[․]- | |
[— — —] Σ̣έ̣λ̣ε̣υ̣κ̣ο̣ν̣ κ̣α̣ὶ̣ Ἀ̣ν̣τίο̣χ̣ο̣ν̣ σωτῆρας [․] | |
[— — — — —] ἐ̣ν̣ τ̣ο̣ῖ̣ς̣ [Διον]υσί̣οις καὶ τοῖς | |
[— — — — — —]Σ̣ β̣α̣σ̣ι̣λ̣έ̣α̣ Σέλευκον κα̣ὶ | |
35 | [Ἀντίοχον? — — — ἱε]ρ̣έ̣ας· θύει̣ν̣ δὲ̣ κα̣[ὶ] |
[τ]α̣ῦ̣ρ̣ο̣ν̣ ἐ̣ν̣ τ̣ῶ̣ι̣ μηνὶ τῶι Σελευκεῶνι καθάπ̣- | |
[ερ καὶ τῶι] Ἀ̣π̣ό̣λ̣λ̣ω̣νι ἐν τῶι Θ̣αξίωι· ἀποδείκνυ- | |
[σθαι καὶ] ἱερέα ἐκ πάντων τῶν πολιτῶν κατ’ ἐ- | |
[νιαυτ]όν, ὃς στέ̣φ̣ανό̣ν τ̣ε φ̣ο̣ρ̣ή̣σει δάφνης κ̣- | |
40 | αὶ στρόφιον κ̣α̣ὶ̣ ἐσθῆτα ὡς λαμπροτάτην καὶ μ̣- |
[ε]τὰ̣ τῶ̣ν τιμούχ̣ω̣ν ἐμ πάσα̣ις τα̣ῖς θυσίαις συν- | |
[θύσε]τ̣αι κ̣α̣ὶ̣ ἐ̣ν̣ τ̣α̣ῖ̣ς̣ ἐ̣κ̣κλησίαις κατάρξετ- | |
[αι] ἐπὶ τοῦ βωμοῦ τῶν σωτήρων καθάπερ καὶ τοῖς ἄ- | |
[λ]λοις θ̣ε̣ο̣ῖ̣ς̣· [— c.9 —]Α πάντων τῶν κατ’ ἔ̣[τος ?]- | |
45 | [— — —] ὁ̣ ἱεροκῆρυξ ἐμ πάσαις ταῖς θ̣υ̣- |
σί̣αι̣ς ταῖς δημοτελέσι τ̣ο̣ῖς σωτῆρσι Σελε- | |
[ύ]κωι καὶ Ἀντιόχωι· κατὰ ταὐτὰ δὲ καὶ ὅταν σπον- | |
[δ]ὰς ποιῶντ̣αι παρὰ τοῖς ἄρχουσι, λίβανον ἐπ- | |
[ι]θῦσαι καὶ εὔχεσθαι· ἄιδειν δὲ καὶ παιᾶνα ἐ- | |
50 | π̣ὶ σ̣π̣ο̣ν̣δ̣αῖς ὃς ἂ̣ν̣ νικήσ̣ηι ἐν τῶι ἀγῶνι τῆς μ̣ο- |
υσ̣ι̣κ̣ῆς· ἀνοικοδομῆσαι δὲ καὶ τὸ πρυτανεῖον | |
καὶ τὸ στρατήγιον καὶ καλεῖσθαι τὸ μὲν πρ<υ>τα- | |
ν̣ε̣ῖ̣ον̣ Σελεύκεον, τὸ δὲ στρατήγιον Ἀντιόχε- | |
ο̣ν· ἀπενεῖκαι δὲ τὸ ψήφισμα τοῦτο ὅταν ἡ πρώτ- | |
55 | η̣ πρεσβεία ἀποστέλληται πρὸς τὸν βασιλέα |
Σ̣έλευκον καὶ ἐπαινέσαι αὐτὸν καὶ ἀξιῶσαι τὴν̣ | |
ε̣ὔνοιαν καὶ τὴν φιλίαν διαφυλάσσειν ἀναγγέλ̣- | |
λ̣οντας ὅτι ἀΐμνηστον τὴν ἐκείνου εὐεργε- | |
[σ]ίαν τοῖς ἐπιγινομένοις παραδώσομεν κα̣ὶ π̣- | |
60 | ᾶσιν ἀνθρώποις ἀναγγελοῦμεν, καλὸν στέφαν[ο]- |
[ν] τῆς εὐκλείας π̣εριτιθέντες αὐτοῖς· τὸ δ̣ὲ ψήφ̣ι[σ]- | |
[μ]α τοῦτο ἀναγράψαι εἰς στήλας δύο καὶ στῆσα[ι] | |
[τὴ]ν μὲν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν δὲ ἐν τῶ[ι] | |
[τ]ῆς Ἀθηνᾶς παρὰ τὸν̣ βωμὸν τ̣ο̣ῦ̣ Διὸς τοῦ Σωτῆρο- | |
65 | ς· δεῖξαι δὲ καὶ τοὺς ἐπιμελησομένους τῶν ἐψη̣- |
φ̣ισμένων ἤ̣δ̣η̣ ἄνδρας δέκα, ἵνα τὰ ἐψη[φισ]μένα | |
συντελεσθ̣ῆ<ι> τὴν ταχίστην· ἀπεδείχθη[σα]ν ἄνδρε- | |
ς Πόλλης Ἀπολλοδώρου, Ἀπελλῆς Διονυσίου, Μητρό- | |
[β]ιος, Πόλλιχος Ἀθηναίου, Ἀθήναιος Ἀπο[λλ]οδώρου, | |
70 | [Ὑ]πέρτερος Φαΐτα, Ἄθανος Μύκκου, Κλεομ[έν]ης Ἑρμα̣- |
γ̣όρου, Ἀρισταγόρας Ἀθηναίου, Ἀπολλωνίδη[ς Κ]αΐκου. |