Honorific decree for Seleukos I and son Antiochos I.  Tall stele of local hard brownish stone, in two joining pieces, broken at the top; inscriptions on the front and back faces (nos. 1406A-B). Stoich.
[ ] Aeol. — Aigai (Nemrutkale, Gün Dağı) — 281 BC or shortly after — EA 42 (2009) 39, I — BE (2010) 522 (p.829-832) (cf.)
[— — — — — — — — — — — — — — — —]
[․․․ κ]αὶ καλῶ[ς ․․․․․․․]ΝΑΙ Σελε̣ύ̣κωι κ̣[αὶ]
Ἀ̣ντιό̣χ̣ω̣ι̣ [․․․․․․․․]· ἵνα δὲ καὶ εἰς τὸ̣ν π̣[ά]-
[ν]τα χρόνον [․]Σ ὑπ’ ἀν[θ]ρ̣ώ̣π̣ω̣ν̣ τὴν κ[α]ταξίαν̣
[τ]ῶν εὐεργετημάτων, ἧ̣ι̣ θεο̣ὶ̣ ο̣ἱ̣ ἐ̣[πι]φ̣ανέ[ν]-
5 [τε]ς τιμῶνται Σέλευκος καὶ Ἀντ̣[ίο]χος, να-
[ό]ν τε οἰκοδομῆσαι ὡ̣ς̣ κάλλιστ[ον] π̣ρὸς τῶ̣-
[ι] περιβόλωι τοῦ Ἀπόλλωνος κ̣αὶ [τό]πον πε-
[ρι]βαλέσθαι καὶ ἀγάλματα ἀναθ̣[εῖ]ναι δύ-
[ο] ὡ̣ς̣ κάλλιστα, ἐπιγράψαντας Σέ[λ]ευκον κ-
10 αὶ Ἀντίοχον, καὶ πρὸ τοῦ ναοῦ στῆσαι ἄγα̣-
[λ]μα καὶ βωμὸν τῆς Σωτείρας· ἱδρύσασθαι
[δ]ὲ καὶ βωμὸν τοῦ ναοῦ κατεναντίον σωτή̣-
[ρ]ων ἐπιγεγραμένον Σελεύκου καὶ Ἀντι̣-
[ό]χο̣υ̣· ἀ̣νεῖν̣αι δὲ καὶ τέμενος ὡς κάλλιστ-
15 [ο]ν· ἀ̣ν̣ι̣έ̣ναι δ̣ὲ καὶ ταύρους ἐν τῆι ἑκατόμ̣-
[βηι] ε̣ἰ̣ς̣ τὸ̣ν̣ περίβολον Σελεύκωι καὶ Ἀντι̣-
[όχω]ι̣ σωτῆρσι καὶ θύειν̣ καθάπερ καὶ τῶι̣
[Ἀπό]λλ[ων]ι τὰς λαχούσας τῶ̣ν [․]Ξ̣Ι̣ΚΝΙΩΝ· ἄγ̣-
[ειν δὲ] κα[ὶ κα]τὰ μῆνα γ’ ἕ̣κ̣α̣σ̣το̣ν δύο θυσία-
20 [ς] ἐν ἧ̣ι ἡμέραι ἐλεύθ[ερ]ο̣ι̣ ἐγενόμεθα· ΣΕ[․]-
[— — — —]ΜΕΝΟΣ τ̣ῶ̣ν̣ δυσ̣οργησιῶν τῶν ΕΚ̣-
[— — — — δια]ν̣έ̣μ̣ε̣ι̣ν̣ δ̣ὲ̣ καὶ τὰς φυλὰς ὁπ̣[η]-
[λίκαι εἰσ]ὶ ὥστε ἓξ ὑπά̣ρ̣ξ̣αι ἀντὶ τῶν τεσσ[ά]-
[ρων· ὀνομάσαι δὲ φυλ]ὰς δύο Σελευκίδα καὶ̣
25 [Ἀ]ν̣τ̣ι̣ο̣χ̣ί̣δ̣α̣ [— — —]Α̣Ι̣ καὶ αὐτὰς καὶ τὰς Α[․]-
[— — — — — — — — — —] δὲ καὶ Ε[․․․․]
[— — — — κ]α̣ὶ̣ στῆσ̣αι ἐν τῶι πρυτανείω̣ι̣
[— — — — — — — — — — — — — — —]
[— — — — — — —]ΝΙΣ̣ΤΗΝ καὶ [․․․․․․]
30 [— — — — — — — — —]ΑΙ δὲ τὴν ἀνα[γ]-
[— — — — — — — — —]Σ̣ΤΕ̣ΤΟΝΑΠΟΛ̣[․]-
[— — —] Σ̣έ̣λ̣ε̣υ̣κ̣ο̣ν̣ κ̣α̣ὶ̣ Ἀ̣ν̣τίο̣χ̣ο̣ν̣ σωτῆρας [․]
[— — — — —] ἐ̣ν̣ τ̣ο̣ῖ̣ς̣ [Διον]υσί̣οις καὶ τοῖς
[— — — — — —]Σ̣ β̣α̣σ̣ι̣λ̣έ̣α̣ Σέλευκον κα̣ὶ
35 [Ἀντίοχον? — — — ἱε]ρ̣έ̣ας· θύει̣ν̣ δὲ̣ κα̣[ὶ]
[τ]α̣ῦ̣ρ̣ο̣ν̣ ἐ̣ν̣ τ̣ῶ̣ι̣ μηνὶ τῶι Σελευκεῶνι καθάπ̣-
[ερ καὶ τῶι] Ἀ̣π̣ό̣λ̣λ̣ω̣νι ἐν τῶι Θ̣αξίωι· ἀποδείκνυ-
[σθαι καὶ] ἱερέα ἐκ πάντων τῶν πολιτῶν κατ’ ἐ-
[νιαυτ]όν, ὃς στέ̣φ̣ανό̣ν τ̣ε φ̣ο̣ρ̣ή̣σει δάφνης κ̣-
40 αὶ στρόφιον κ̣α̣ὶ̣ ἐσθῆτα ὡς λαμπροτάτην καὶ μ̣-
[ε]τὰ̣ τῶ̣ν τιμούχ̣ω̣ν ἐμ πάσα̣ις τα̣ῖς θυσίαις συν-
[θύσε]τ̣αι κ̣α̣ὶ̣ ἐ̣ν̣ τ̣α̣ῖ̣ς̣ ἐ̣κ̣κλησίαις κατάρξετ-
[αι] ἐπὶ τοῦ βωμοῦ τῶν σωτήρων καθάπερ καὶ τοῖς ἄ-
[λ]λοις θ̣ε̣ο̣ῖ̣ς̣· [— c.9 —]Α πάντων τῶν κατ’ ἔ̣[τος ?]-
45 [— — —] ὁ̣ ἱεροκῆρυξ ἐμ πάσαις ταῖς θ̣υ̣-
σί̣αι̣ς ταῖς δημοτελέσι τ̣ο̣ῖς σωτῆρσι Σελε-
[ύ]κωι καὶ Ἀντιόχωι· κατὰ ταὐτὰ δὲ καὶ ὅταν σπον-
[δ]ς ποιῶντ̣αι παρὰ τοῖς ἄρχουσι, λίβανον ἐπ-
[ι]θῦσαι καὶ εὔχεσθαι· ἄιδειν δὲ καὶ παιᾶνα ἐ-
50 π̣ὶ σ̣π̣ο̣ν̣δ̣αῖς ὃς ἂ̣ν̣ νικήσ̣ηι ἐν τῶι ἀγῶνι τῆς μ̣ο-
υσ̣ι̣κ̣ῆς· ἀνοικοδομῆσαι δὲ καὶ τὸ πρυτανεῖον
καὶ τὸ στρατήγιον καὶ καλεῖσθαι τὸ μὲν πρ<υ>τα-
ν̣ε̣ῖ̣ον̣ Σελεύκεον, τὸ δὲ στρατήγιον Ἀντιόχε-
ο̣ν· ἀπενεῖκαι δὲ τὸ ψήφισμα τοῦτο ὅταν ἡ πρώτ-
55 η̣ πρεσβεία ἀποστέλληται πρὸς τὸν βασιλέα
Σ̣έλευκον καὶ ἐπαινέσαι αὐτὸν καὶ ἀξιῶσαι τὴν̣
ε̣ὔνοιαν καὶ τὴν φιλίαν διαφυλάσσειν ἀναγγέλ̣-
λ̣οντας ὅτι ἀΐμνηστον τὴν ἐκείνου εὐεργε-
[σ]ίαν τοῖς ἐπιγινομένοις παραδώσομεν κα̣ὶ π̣-
60 ᾶσιν ἀνθρώποις ἀναγγελοῦμεν, καλὸν στέφαν[ο]-
[ν] τῆς εὐκλείας π̣εριτιθέντες αὐτοῖς· τὸ δ̣ὲ ψήφ̣ι[σ]-
[μ]α τοῦτο ἀναγράψαι εἰς στήλας δύο καὶ στῆσα[ι]
[τὴ]ν μὲν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν δὲ ἐν τῶ[ι]
[τ]ῆς Ἀθηνᾶς παρὰ τὸν̣ βωμὸν τ̣ο̣ῦ̣ Διὸς τοῦ Σωτῆρο-
65 ς· δεῖξαι δὲ καὶ τοὺς ἐπιμελησομένους τῶν ἐψη̣-
φ̣ισμένων ἤ̣δ̣η̣ ἄνδρας δέκα, ἵνα τὰ ἐψη[φισ]μένα
συντελεσθ̣ῆ<ι> τὴν ταχίστην· ἀπεδείχθη[σα]ν ἄνδρε-
ς Πόλλης Ἀπολλοδώρου, Ἀπελλῆς Διονυσίου, Μητρό-
[β]ιος, Πόλλιχος Ἀθηναίου, Ἀθήναιος Ἀπο[λλ]οδώρου,
70 [Ὑ]πέρτερος Φαΐτα, Ἄθανος Μύκκου, Κλεομ[έν]ης Ἑρμα̣-
γ̣όρου, Ἀρισταγόρας Ἀθηναίου, Ἀπολλωνίδη[ς Κ]αΐκου.
Search Help
Contact Us