Decrees of Kyme and a letter of Philetairos.  Upper part of a slab of white marble.
[ ] Aeol. — Kyme (Nemrut Limanı) — 280-278 or ca. 270 BC — Chiron 30 (2000) 403-414 — BE (2001) 54 and 373 (cf.) — SEG 53.1365 (cf.)
See also:
1     [ἔδοξε τῷ δά]μῳ· Ἀγαθᾷ Τύχᾳ καὶ ἐπ[ὶ σωτηρίᾳ τᾶς τ]ε πόλιος καὶ τῶν πολιτᾶν· ἐπειδὴ
    [συμβαίνε]ι τᾷ πόλει χρείαν ἔχην ὅπλων ἵνα ἅ τε χώρα καὶ τὰ κατὰ τὰμ πόλιν ἐμ φυλακᾷ
    [ὡς τάχ]ι̣ον ἐῶισι πλεόνων τῶμ πολιτᾶν καθοπλισθέντων, ἀποδεῖξαι πρέσβεις δύο πρὸς
    Φιλέταιρον οἵτινες παραγενόμενοι πρὸς αὐτὸμ παρακαλέοισι, καθάπερ καὶ ἐν τοῖς ἄλλοισι
5     [π]άντεσσι εὔνους ἐὼν διατελεῖ τᾷ δαμοκρατίᾳ καὶ πολλαὶς καὶ μεγάλαις χρείαις παρεχόμενος
    ἐν ἑκάστοισι τῶγ καιρῶν, καὶ νῦν συγκατασκευάσαι τᾷ πόλει καὶ τᾷ χώρᾳ τὰ πρὸς τὰν φυλακὰν
    καὶ τὰν ἀσφάλειαν, συγχωρήσαντα τᾶγ γινομέναν πέλταν ἐπιχάλκ[ω]ν παρ’ ἑαυτῷ κατιστα-
    μένω ἀναλώματος δόμεναι ὅπλα ἑξακόσια ἵνα εἰς ἑκάσταν φυλὰν κα[τ]αταχθέωσι πεντήκον-
    τα, εἰς δὲ τὸ ἀνάλωμα τὸ ἐσσόμενον πόρον ὑπάρχην τὰμ πρόσοδον τὰν [ἀ]π̣ὸ τῶ διαγωγίμω σίτω
10     ἐπεί κε ἀποδοθέωισι τοῖς τε ἱρέ̣[ε]σσι καὶ τοῖς ἀρχόντεσσι καὶ [τ]οῖς ἄλλοισι τὰ προεψαφισμένα ἐπὶ
    πρυτάνιος Λυσανία, τοὶς δὲ ἄρχοντας δόμεναι τούτων γραφὰ[ν] τοῖς πρεσβέεσσι· vac. πρέσβεις· vacat
    Μενεκράτης Μένωνος, Ἀσκληπιό[δω]ρος Ἀρτέμωνος· vac. τᾷ ἐκκλησίᾳ στραταγὸς ἐπέστακε vacat
⸏Ζώπυρος Θαρρία, [μ]ηννὸς Τερφέος ἑκκαιδε[κάτᾳ], ἐπὶ πρυτάνιος Λυσανία τῶ Μενάνδρω vacat
    Φιλέταιρος Κυμαίων τῆι βουλῆι καὶ τ[ῶ]ι δήμωι χαίρειν· παραγενόμενοι πρὸς ἡμᾶς οἱ παρ’ ὑμῶν
15     πρέσβεις Μενεκράτης καὶ Ἀσκληπιάδης τό τε ψήφισμα ἀπέδωκαν καὶ αὐτοὶ ἐνεφάνιζον τήν τε
    χρείαν ἣν τ̣υ̣γ[χ]άνετε ἔχοντες ὅπλων εἰς τοὺς καθεστηκότας καιροὺς καὶ ἀξιοῦντες συγκατασκε[υ]-
    άσαι ἡμᾶς τῶι δήμωι, τὸ μὲν οὖν ἐργασ[τ]ήριον τὸ συντελοῦν παρ’ ἡμῖν τὰ ὅπλα διελέλυτο, ὑπαρχόντω[ν]
    δὲ ἡμῖν πέλτων χιλίων βουλόμενοι χ̣[α]ρίζεσθαι τῶι δήμωι δεδ[ώ]καμεν ὑμῖν τούτων δωρεὰν πέλτας
⸏ἑξακοσίας, ἀναγγελοῦσιν δὲ περὶ τούτων ὑμῖν καὶ οἱ πρέσβεις· ἔρρωσθε· vac. Tερφέος τετράδι ἀπιόντος
20     ἔδοξε τῷ δάμῳ· ἐπειδὴ Φιλέταιρος εὐεργέτας ἐὼν τᾶς πόλιος τᾶς [ἁμετέρας] ἔν τε τοῖς ἐπάνω χρόνοις διατ[ε]-
    τέλεκε πολλαὶς καὶ μεγάλαις χρείαις πα̣ρεχόμε[νος] καὶ νῦν σπ[ου]δάσαν[τος τ]ῶ δάμω ἐπὶ τῶ παρεόντος
    πλέονας τῶμ π[ο]λιτᾶν κατοπλίσσαι καὶ περὶ τούτων ψαφισσαμένω καὶ πόρον εἰς ταῦτα προχειρισσαμένω
    καὶ ἀποστείλαντος πρέσβεις Μενεκράτην Μένωνος, Ἀσκληπιόδωρον Ἀρτέμωνος, ἵνα δοθῇ τᾷ πόλει τῶ κατισ-
    ταμένω ἀναλώματος ὅπλα ἑξακόσια, Φιλέταιρος θέλων διὰ παντὸς χαρίζεσθαι δέδωκε τῷ δάμῳ δωρεὰν πέλτα[ις]
25     ἐπιχάλκοις ἑξακοσίαις, Φιλέταιρον μὲν ἐπαινέσαι ἐφ’ οἷς εὐεργετεὶς ἐμ πάντεσσι τοῖς καιροῖσι διατελεῖ τ[ὰμ]
    πόλιν καὶ στεφανῶσαι αὐτὸν χρυσέῳ στεφάνῳ ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς εἰς τὰμ πόλιν· στᾶσαι δ’ αὐτῶ κ̣[αὶ]
    εἰκόνα ἀκρόλιθο[ν] ὡς καλλίσταν ἐν τῷ ἱρῷ οἴκῳ τῷ ἐν τῷ Φιλεταιρείῳ· τὸν δὲ στέφανον καὶ τὰν εἰκόνα ἀναγγεῖλα̣[ι]
    τὸν ἀγωνοθ[έ]ταν ἐν τοῖς πρώτοις Διονυσίοισι καὶ Ἀντιοχείοισι· ἐπὶ δὲ τᾶς κατασκευᾶς τῶ ἀγάλματος ἀποδεῖξαι
    ἄνδρα τὸν ἐγ[δ]ώσοντα· ἵνα δὲ ἁ προαίρεσις καὶ ἁ δωρεὰ τῶν ὅπλων τῶν δεδομένων ὑπὸ Φιλεταίρου [δ]ιαμέν[ω]-
30     σι τὸμ πάντα χρόνον, vac. Ἀγαθᾷ Τύχᾳ καὶ ἐπὶ σωτηρίᾳ τᾶς τε πόλιος καὶ τᾶς χώρας καὶ Φιλεταίρ[ω] καὶ τῶν ἄλλων πολιτᾶν
    ἀποδεῖξαι ἄνδρας τρεῖς οἵτινες μετὰ τῶν φυλάρχων ἐπιγράψαντες ἐπ’ ἕκαστ[ο]ν ὅπλον τό τε ὄνομα τὸ Φιλεταί[ρω]
    καὶ τᾶς φυλᾶς εἰς ἅγ κε τὸ ὅπλον ἔῃ [δ]ιδόμενον δώσοισι τᾶμ φυλᾶν ἑκάστᾳ πέλταις πεντήκοντ[α· μὴ ἐ]ξ̣ουσίαν
    δ’ ἔμμεναι μηδενὶ τῶν λαβόντων ἐκ τᾶς φυλᾶς τῶν ὅπλων τούτωμ μήτε ἀποπεράσσαι μή[τε ὑπο]θέμενα[ι],
    ὡς δὲ αὐτῶς μηδὲ τῶν ἄλλων μηδενὶ μήτε πρίασθαι μήτε ὑποθέσται τρόπῳ μ̣[ηδενί· αἰ δὲ μὴ] ὁ θέλων
35     ἐπιλαμβανέσθω καὶ ἀγέτω ἐπὶ τοῖς φυλάρχοις αὐτοὶς ἐόντας· ὁ δὲ ἀναχθεὶς ζαμ[ίαν ὀφειλέτω κα]τ̣’ ἕκαστ[ον]
    ὅπλον στατῆρας πέντε καὶ ἔστω τὸ μὲν ἥμυσυ τᾶς πόλιος τὸ δ’ ἥμυσυ τῶ ἐπιλαβό[ντος· αἰ δέ κε ἀντι]λέγωισ[ι]
    κρινέτ[ω]σαν οἱ φύλαρχοι καὶ τὰν ζαμίαν πραξάσθωσαμ παρὰ τῶ ἐνόχω ἐόντος πρ̣[άξεος ἐοίσας ἐκ τῶν ὑ]παρχόν-
    των καὶ τῶ σώματος κὰτ τὸν νόμον τὸν ὑβριστ[ή]ριον· αἰ δέ κε μὴ πράξοισι αὐτοὶ [— — — — c.20 — — — —]ΑΠ̣Λ̣
    ἰδιώτᾳ· αἰ δὲ μή, αὐτοὶ ὑπεύθυνοι ἔ[στω]σαν ἐλ λογιστηρίῳ· τὰ δὲ ὅπλα ἔστωσα[ν — — — — — — — — — — —]
40     ἀδιάπτωτα, αἴ κε μή τι κατὰ πόλεμον πάθωισ[ι — — — τα]ῦτα δὲ ἁ πόλις δ̣ι̣ὰ πα̣[ντὸς — — — — — — — — —]
    ἐπιμελείας τε τυγχάνωισι καὶ διασώιζωντ[αι ․․․․․] τ̣άχι̣ον καὶ ․Γ̣[— — — — — — — — — — — — — — — — —]
    ἁ πόλις ἄγῃ τὰ Σωτήρια καὶ τὰ Φιλεταίρε[ια] σ̣υ̣μ̣π̣ομπεύην [— — — — — — — — — — — — — — — — — — —]
    ταμίαν, ἀριθμὸν δ’ αὐτῶμ ποι[ήσθ]ωσαν οἵ τε φύλαρχοι ὅκ[κα? — — — — — — — — — — — — — — — — — —]
    ἑκάστο τεταγμένοι καὶ οἱ ἐξε[τ]α[στ]αὶ καὶ αἴ κε με[λ]έωισι Ε̣[— — — — — — — — — — — — — — — — — — —]
45     πομπά· αἰ δὲ μή, πρασσ[άσ]θωσαν οἵ τε ταμί[αι] καὶ οἱ ἐξετα[σταὶ — — — — — — — — — — — — — — — — —]
    καὶ ἐκ τῶ ἀργυρίω τούτ[ω ἀπο]κατιστάτωσαν τὰ ὅπλ[α] Τ[— — — — — — — — — — — — — — — — — — —]
    αἴ δὲ μή, καὶ οὗτοι ὑπόδικοι [ἔ]στωσαν ἐλ λογιστηρίῳ [— — — — — — — — — — — — — — — — — οἱ ἐξερχό?]-
    μενοι φύλαρχοι τοῖς εἰσπορευομένοισι φυλάρχ[οισι — — — — — — — — — — — — — — — — — — — — — — —]
    καὶ μηδὲμ πρότερον διοικήτωσαν· vac. μὴ ἐ̣[ξέμμεναι — — — — — — — — — — — — — — — — — — — — — μήτε]
50     ἄρχοντι προθέμεναι ὡς δεῖ τὰ ὅπλα [ — — — — — — — — — — — — — — — —, αἰ δέ κε — — — — — — — —]
    ἢ προθῇ, ἐξουσίαν ἔμμεναι τῷ θ̣έλ[οντι — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
    ΤΑΣ τῶ δάμω vac. ΑΠ̣Γ̣Ρ̣[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
    ματα καθαε[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — παρα]-
    δόσιος Χ̣[— — — — — — — — — — — — — — — —— — — — — — — — — — — — — — — — — — — — — —]
55     καὶ Λ[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us