Decrees of Kyme and a letter of Philetairos. Upper part of a slab of white marble.
[ ]
Aeol. — Kyme (Nemrut Limanı) — 280-278 or ca. 270 BC — Chiron 30 (2000) 403-414 — BE (2001) 54 and 373 (cf.) — SEG 53.1365 (cf.)
See also:
1 | [ἔδοξε τῷ δά]μῳ· Ἀγαθᾷ Τύχᾳ καὶ ἐπ[ὶ σωτηρίᾳ τᾶς τ]ε πόλιος καὶ τῶν πολιτᾶν· ἐπειδὴ |
[συμβαίνε]ι τᾷ πόλει χρείαν ἔχην ὅπλων ἵνα ἅ τε χώρα καὶ τὰ κατὰ τὰμ πόλιν ἐμ φυλακᾷ | |
[ὡς τάχ]ι̣ον ἐῶισι πλεόνων τῶμ πολιτᾶν καθοπλισθέντων, ἀποδεῖξαι πρέσβεις δύο πρὸς | |
Φιλέταιρον οἵτινες παραγενόμενοι πρὸς αὐτὸμ παρακαλέοισι, καθάπερ καὶ ἐν τοῖς ἄλλοισι | |
5 | [π]άντεσσι εὔνους ἐὼν διατελεῖ τᾷ δαμοκρατίᾳ καὶ πολλαὶς καὶ μεγάλαις χρείαις παρεχόμενος |
ἐν ἑκάστοισι τῶγ καιρῶν, καὶ νῦν συγκατασκευάσαι τᾷ πόλει καὶ τᾷ χώρᾳ τὰ πρὸς τὰν φυλακὰν | |
καὶ τὰν ἀσφάλειαν, συγχωρήσαντα τᾶγ γινομέναν πέλταν ἐπιχάλκ[ω]ν παρ’ ἑαυτῷ κατιστα- | |
μένω ἀναλώματος δόμεναι ὅπλα ἑξακόσια ἵνα εἰς ἑκάσταν φυλὰν κα[τ]αταχθέωσι πεντήκον- | |
τα, εἰς δὲ τὸ ἀνάλωμα τὸ ἐσσόμενον πόρον ὑπάρχην τὰμ πρόσοδον τὰν [ἀ]π̣ὸ τῶ διαγωγίμω σίτω | |
10 | ἐπεί κε ἀποδοθέωισι τοῖς τε ἱρέ̣[ε]σσι καὶ τοῖς ἀρχόντεσσι καὶ [τ]οῖς ἄλλοισι τὰ προεψαφισμένα ἐπὶ |
πρυτάνιος Λυσανία, τοὶς δὲ ἄρχοντας δόμεναι τούτων γραφὰ[ν] τοῖς πρεσβέεσσι· vac. πρέσβεις· vacat | |
Μενεκράτης Μένωνος, Ἀσκληπιό[δω]ρος Ἀρτέμωνος· vac. τᾷ ἐκκλησίᾳ στραταγὸς ἐπέστακε vacat | |
⸏Ζώπυρος Θαρρία, [μ]ηννὸς Τερφέος ἑκκαιδε[κάτᾳ], ἐπὶ πρυτάνιος Λυσανία τῶ Μενάνδρω vacat | |
Φιλέταιρος Κυμαίων τῆι βουλῆι καὶ τ[ῶ]ι δήμωι χαίρειν· παραγενόμενοι πρὸς ἡμᾶς οἱ παρ’ ὑμῶν | |
15 | πρέσβεις Μενεκράτης καὶ Ἀσκληπιάδης τό τε ψήφισμα ἀπέδωκαν καὶ αὐτοὶ ἐνεφάνιζον τήν τε |
χρείαν ἣν τ̣υ̣γ[χ]άνετε ἔχοντες ὅπλων εἰς τοὺς καθεστηκότας καιροὺς καὶ ἀξιοῦντες συγκατασκε[υ]- | |
άσαι ἡμᾶς τῶι δήμωι, τὸ μὲν οὖν ἐργασ[τ]ήριον τὸ συντελοῦν παρ’ ἡμῖν τὰ ὅπλα διελέλυτο, ὑπαρχόντω[ν] | |
δὲ ἡμῖν πέλτων χιλίων βουλόμενοι χ̣[α]ρίζεσθαι τῶι δήμωι δεδ[ώ]καμεν ὑμῖν τούτων δωρεὰν πέλτας | |
⸏ἑξακοσίας, ἀναγγελοῦσιν δὲ περὶ τούτων ὑμῖν καὶ οἱ πρέσβεις· ἔρρωσθε· vac. Tερφέος τετράδι ἀπιόντος | |
20 | ἔδοξε τῷ δάμῳ· ἐπειδὴ Φιλέταιρος εὐεργέτας ἐὼν τᾶς πόλιος τᾶς [ἁμετέρας] ἔν τε τοῖς ἐπάνω χρόνοις διατ[ε]- |
τέλεκε πολλαὶς καὶ μεγάλαις χρείαις πα̣ρεχόμε[νος] καὶ νῦν σπ[ου]δάσαν[τος τ]ῶ δάμω ἐπὶ τῶ παρεόντος | |
πλέονας τῶμ π[ο]λιτᾶν κατοπλίσσαι καὶ περὶ τούτων ψαφισσαμένω καὶ πόρον εἰς ταῦτα προχειρισσαμένω | |
καὶ ἀποστείλαντος πρέσβεις Μενεκράτην Μένωνος, Ἀσκληπιόδωρον Ἀρτέμωνος, ἵνα δοθῇ τᾷ πόλει τῶ κατισ- | |
ταμένω ἀναλώματος ὅπλα ἑξακόσια, Φιλέταιρος θέλων διὰ παντὸς χαρίζεσθαι δέδωκε τῷ δάμῳ δωρεὰν πέλτα[ις] | |
25 | ἐπιχάλκοις ἑξακοσίαις, Φιλέταιρον μὲν ἐπαινέσαι ἐφ’ οἷς εὐεργετεὶς ἐμ πάντεσσι τοῖς καιροῖσι διατελεῖ τ[ὰμ] |
πόλιν καὶ στεφανῶσαι αὐτὸν χρυσέῳ στεφάνῳ ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς εἰς τὰμ πόλιν· στᾶσαι δ’ αὐτῶ κ̣[αὶ] | |
εἰκόνα ἀκρόλιθο[ν] ὡς καλλίσταν ἐν τῷ ἱρῷ οἴκῳ τῷ ἐν τῷ Φιλεταιρείῳ· τὸν δὲ στέφανον καὶ τὰν εἰκόνα ἀναγγεῖλα̣[ι] | |
τὸν ἀγωνοθ[έ]ταν ἐν τοῖς πρώτοις Διονυσίοισι καὶ Ἀντιοχείοισι· ἐπὶ δὲ τᾶς κατασκευᾶς τῶ ἀγάλματος ἀποδεῖξαι | |
ἄνδρα τὸν ἐγ[δ]ώσοντα· ἵνα δὲ ἁ προαίρεσις καὶ ἁ δωρεὰ τῶν ὅπλων τῶν δεδομένων ὑπὸ Φιλεταίρου [δ]ιαμέν[ω]- | |
30 | σι τὸμ πάντα χρόνον, vac. Ἀγαθᾷ Τύχᾳ καὶ ἐπὶ σωτηρίᾳ τᾶς τε πόλιος καὶ τᾶς χώρας καὶ Φιλεταίρ[ω] καὶ τῶν ἄλλων πολιτᾶν |
ἀποδεῖξαι ἄνδρας τρεῖς οἵτινες μετὰ τῶν φυλάρχων ἐπιγράψαντες ἐπ’ ἕκαστ[ο]ν ὅπλον τό τε ὄνομα τὸ Φιλεταί[ρω] | |
καὶ τᾶς φυλᾶς εἰς ἅγ κε τὸ ὅπλον ἔῃ [δ]ιδόμενον δώσοισι τᾶμ φυλᾶν ἑκάστᾳ πέλταις πεντήκοντ[α· μὴ ἐ]ξ̣ουσίαν | |
δ’ ἔμμεναι μηδενὶ τῶν λαβόντων ἐκ τᾶς φυλᾶς τῶν ὅπλων τούτωμ μήτε ἀποπεράσσαι μή[τε ὑπο]θέμενα[ι], | |
ὡς δὲ αὐτῶς μηδὲ τῶν ἄλλων μηδενὶ μήτε πρίασθαι μήτε ὑποθέσται τρόπῳ μ̣[ηδενί· αἰ δὲ μὴ] ὁ θέλων | |
35 | ἐπιλαμβανέσθω καὶ ἀγέτω ἐπὶ τοῖς φυλάρχοις αὐτοὶς ἐόντας· ὁ δὲ ἀναχθεὶς ζαμ[ίαν ὀφειλέτω κα]τ̣’ ἕκαστ[ον] |
ὅπλον στατῆρας πέντε καὶ ἔστω τὸ μὲν ἥμυσυ τᾶς πόλιος τὸ δ’ ἥμυσυ τῶ ἐπιλαβό[ντος· αἰ δέ κε ἀντι]λέγωισ[ι] | |
κρινέτ[ω]σαν οἱ φύλαρχοι καὶ τὰν ζαμίαν πραξάσθωσαμ παρὰ τῶ ἐνόχω ἐόντος πρ̣[άξεος ἐοίσας ἐκ τῶν ὑ]παρχόν- | |
των καὶ τῶ σώματος κὰτ τὸν νόμον τὸν ὑβριστ[ή]ριον· αἰ δέ κε μὴ πράξοισι αὐτοὶ [— — — — c.20 — — — —]ΑΠ̣Λ̣ | |
ἰδιώτᾳ· αἰ δὲ μή, αὐτοὶ ὑπεύθυνοι ἔ[στω]σαν ἐλ λογιστηρίῳ· τὰ δὲ ὅπλα ἔστωσα[ν — — — — — — — — — — —] | |
40 | ἀδιάπτωτα, αἴ κε μή τι κατὰ πόλεμον πάθωισ[ι — — — τα]ῦτα δὲ ἁ πόλις δ̣ι̣ὰ πα̣[ντὸς — — — — — — — — —] |
ἐπιμελείας τε τυγχάνωισι καὶ διασώιζωντ[αι ․․․․․] τ̣άχι̣ον καὶ ․Γ̣[— — — — — — — — — — — — — — — — —] | |
ἁ πόλις ἄγῃ τὰ Σωτήρια καὶ τὰ Φιλεταίρε[ια] σ̣υ̣μ̣π̣ομπεύην [— — — — — — — — — — — — — — — — — — —] | |
ταμίαν, ἀριθμὸν δ’ αὐτῶμ ποι[ήσθ]ωσαν οἵ τε φύλαρχοι ὅκ[κα? — — — — — — — — — — — — — — — — — —] | |
ἑκάστο τεταγμένοι καὶ οἱ ἐξε[τ]α[στ]αὶ καὶ αἴ κε με[λ]έωισι Ε̣[— — — — — — — — — — — — — — — — — — —] | |
45 | πομπά· αἰ δὲ μή, πρασσ[άσ]θωσαν οἵ τε ταμί[αι] καὶ οἱ ἐξετα[σταὶ — — — — — — — — — — — — — — — — —] |
καὶ ἐκ τῶ ἀργυρίω τούτ[ω ἀπο]κατιστάτωσαν τὰ ὅπλ[α] Τ[— — — — — — — — — — — — — — — — — — —] | |
αἴ δὲ μή, καὶ οὗτοι ὑπόδικοι [ἔ]στωσαν ἐλ λογιστηρίῳ [— — — — — — — — — — — — — — — — — οἱ ἐξερχό?]- | |
μενοι φύλαρχοι τοῖς εἰσπορευομένοισι φυλάρχ[οισι — — — — — — — — — — — — — — — — — — — — — — —] | |
καὶ μηδὲμ πρότερον διοικήτωσαν· vac. μὴ ἐ̣[ξέμμεναι — — — — — — — — — — — — — — — — — — — — — μήτε] | |
50 | ἄρχοντι προθέμεναι ὡς δεῖ τὰ ὅπλα [ — — — — — — — — — — — — — — — —, αἰ δέ κε — — — — — — — —] |
ἢ προθῇ, ἐξουσίαν ἔμμεναι τῷ θ̣έλ[οντι — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
ΤΑΣ τῶ δάμω vac. ΑΠ̣Γ̣Ρ̣[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
ματα καθαε[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — παρα]- | |
δόσιος Χ̣[— — — — — — — — — — — — — — — —— — — — — — — — — — — — — — — — — — — — — —] | |
55 | καὶ Λ[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |