[ ] Att. — non-stoich. — post 86 a.
See also:
1 — — — — — — τῆι Ἀθηναίων περ[ι — — — — — — — — — — — — — — —]
[— — — — — τ]ῶν ἰδίων ἀπαλλαγέντες — — — — — — — — — — — — — — —
[— — — — — ἄν]θρωποι διεξαγωγὴν τῶν μ̣ — — — — — — — — — — — — — — —
— — — — — σιν ἐποιήσατο, θυσίας δὲ καὶ μυστ[ήρια — — — — — καὶ ἀγῶνας γυμνι]-
5 [κοὺς καὶ μουσ]ικοὺς τε καὶ σκηνικοὺς αὐτὸς ἐπιτελεῖν ἐψφίσατο — — — — — —]
[— — — καὶ ἡ σύν]οδος τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν διὰ παντὸ[ς — — — — — —]
— — — — — συναύξουσα καθ’ ὅσον ἐστὶ δυνατὴ τάς τε θυσίας καὶ τἄλλα πάντα τ[ὰ ἐψηφ]-
σμένα ὑ]π’ αὐτ[οῦ] τοῖς τε θεοῖς καὶ τοῖς εὐεργέταις τίμια ἐψηφίσατο καὶ αὐτὴ θύε[ιν]
[καὶ σπένδ]ειν τῆι Δήμητρι καὶ τῆι Κόρηι ταῖς μυστηριώτισιν ἡμέραις καὶ βωμὸν ἱδρυσ[αμ]-
10 [ένη καὶ] τέμενος κατασκευάσασα ἐν Ἐλευσῖνι σπονδὰς καὶ παιᾶνας ἐπιτελεῖ<ν>· ὧν ἐπισχ-
[εθέντω]ν ἐπὶ ἔτη καὶ πλείονα καὶ τοῦ τε βωμοῦ καὶ τοῦ τεμένους ἀναιρε-
[θέντ]ος διὰ τὴν κοινὴν περίστασιν Φιλήμων ἐπιμελητὴς τὸ [τρ][τον]
[γενόμ]ενος ἐν τῶι ἐπὶ Αἰσχραίου ἄρχοντος ἐνιαυτῶι ἀνεκτ[ή]σα-
[το τὰς] πατρίους ταῖς θεαῖς θυσίας καὶ πρῶτος αὐτὸς θύσας [ἐ]ν Ἐ-
15 [λευσ]ῖνι τῆι Δήμητρι καὶ τῆι Κόρηι καὶ τὴν λοιπὴν δαπάνην καὶ χορη-
[γίαν] ἐπιδεξάμενος ὑπεδέξατο τὴν σύνοδον ἐκ τῶν ἰδίων,
[προσ]εμέρισεν δὲ καὶ ἐκ τῶν κοινῶν εἰς ἄλλας ἡμέρας δύο καὶ ἐμ
[πάσα]ις καλλιερήσας ταῖς ἡμέραις τὰς ἐψηφισμένας ὑπὸ τῶν πατέ-
[ρων] σπονδὰς καὶ ἐπιχύσεις καὶ παιᾶνας ταῖς θεαῖς ἐπετέλεσεν,
20 [ὧ]ν ἀσμένως οἱ τεχνῖται λαβόντες ἀνάμνησιν παρεκάλεσαν
[α]ὐτὸν καὶ προετρέψαντο μετὰ πάσης προθυμίας προνοηθῆναι καὶ
τῆς τοῦ τεμένους κατασκευῆς ὅπως ἐπὶ τῆς πατρώιας ἑστίας ἀν[εμ]-
ποδίστως κατ’ ἐνιαυτὸν ἐπιτελῶσιν τὰς θυσίας, ὁ δὲ καὶ διὰ τὴ[ν]
πρὸς τὰς θεὰς εὐσέβειαν καὶ διὰ τὴν πρὸς τοὺς τεχνίτας ἀνυπέρθε-
25 τον εὔνοιαν διὰ τῆς ἰδίας ἐπιμελείας ἐξ ὧν ἀνεῦρεν αὐτὸς τῆι
συνόδωι προσόδων τὴν κατασκευὴν τοῦ τεμένους ἐποιήσατο
καὶ τὸν ἀνειρημένον ὑπὸ τῆς περιστάσεως βωμὸν αὐτὸς πάλιν κα-
θιδρύσατο, προενοήθη δὲ ἐκτενῶς, καὶ τῆς τῶν κοινῶν ἐμ πᾶσιν ἐπα-
νορθώσεως καὶ τὸν κύκλον τῶν δανείων μεταπαρέδωκεν ἐκβαί-
30 νων ἐκ τῶν ἐπιμελειτειῶν πολλοῖς ἐπευξημένον χρήμασιν, ὥστε
μὴ μόνον εἰς [ἃ]ς ἀνενεώσατο τῆι Δήμητρι καὶ τῆι Κόρηι θυσίας, ἀλλὰ καὶ
εἰς ἑτέρας πλείονας διὰ τὴν τούτου σπουδὴν γεγονέναι τῆι συνόδωι
προσόδους· βιασαμένων δὲ αὐτὸν τῶν τεχνιτῶν πάλιν τὸ τέταρτον
ὑπομεῖναι ἐπιμελητὴν εἰς τὸν ἐπὶ Σελεύκου ἄρχοντος ἐνιαυ-
35 τὸν πρὸς ταῖς λοιπαῖς εἰσφοραῖς καὶ χορηγίαις καὶ ἐν Ἐλευσῖνι θύσας
ἔν τε τῶι ἱερῶι καὶ ἐν ὧι πρῶτος αὐτὸς κατεσκευάσατο τεμένει ἐφ’ οὗ
ἱδρύσατο βωμοῦ τά τε θύματα καὶ τὴν λοιπὴν χορηγίαν πᾶσαν ἐπιδεξά-
μενος ὑπεδέξατο τὴν σύνοδον ἐκ τῶν ἰδίων μεγαλομερῶς, προσε-
μέρισε δὲ καὶ τὰς διατεταγμένας ἐκ τῶν κοινῶν ἡμέρας δύο καὶ ἐμ πά-
40 σαις ἐκαλλιέρησε ταῖς θεαῖς καὶ τὰς πατρίους σπονδὰς ἐπετέλεσεν·
[πολλὰ δὲ κα]ὶ ἄλλα ἐπολιτεύσατο καλὰ καὶ συμφέροντα τῆι συνόδωι καὶ
[προσεδαπάνησεν ἐκ τ]ῶν ἰδίων ἔν τε ταῖς ἐπιμελητείαις καὶ ἱερωσύναις
[— — — — — — προκρίνω]ν τὴν τῶν τεχνιτῶν εὔνοιαν παντὸς χρήμα-
[τος — — — — — — — — — — — —] οὐ μόνον δὲ πρὸς τὴν σύνοδον
45 — — — — — — — — — — — — — — — — διακείμενος ἀποδο[χ]-
[ῆς — — ἠξιώθη — — — — — — — — — ἐκ τῶ]ν νόμων καὶ
— — — — — — — — — — — — — — — — — — — — λιμεν-
Search Help
Contact Us