| 1 | — — — — — — τῆι Ἀθηναίων περ[ι — — — — — — — — — — — — — — —] |
| [— — — — — τ]ῶν ἰδίων ἀπαλλαγέντες — — — — — — — — — — — — — — — | |
| [— — — — — ἄν]θρωποι διεξαγωγὴν τῶν μ̣ — — — — — — — — — — — — — — — | |
| — — — — — σιν ἐποιήσατο, θυσίας δὲ καὶ μυστ[ήρια — — — — — καὶ ἀγῶνας γυμνι]- | |
| 5 | [κοὺς καὶ μουσ]ικοὺς τε καὶ σκηνικοὺς αὐτὸς ἐπιτελεῖν ἐψ[ηφίσατο — — — — — —] |
| [— — — καὶ ἡ σύν]οδος τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν διὰ παντὸ[ς — — — — — —] | |
| — — — — — συναύξουσα καθ’ ὅσον ἐστὶ δυνατὴ τάς τε θυσίας καὶ τἄλλα πάντα τ[ὰ ἐψηφ]- | |
| [ισμένα ὑ]π’ αὐτ[οῦ] τοῖς τε θεοῖς καὶ τοῖς εὐεργέταις τίμια ἐψηφίσατο καὶ αὐτὴ θύε[ιν] | |
| [καὶ σπένδ]ειν τῆι Δήμητρι καὶ τῆι Κόρηι ταῖς μυστηριώτισιν ἡμέραις καὶ βωμὸν ἱδρυσ[αμ]- | |
| 10 | [ένη καὶ] τέμενος κατασκευάσασα ἐν Ἐλευσῖνι σπονδὰς καὶ παιᾶνας ἐπιτελεῖ<ν>· ὧν ἐπισχ- |
| [εθέντω]ν ἐπὶ ἔτη καὶ πλείονα καὶ τοῦ τε βωμοῦ καὶ τοῦ τεμένους ἀναιρε- | |
| [θέντ]ος διὰ τὴν κοινὴν περίστασιν Φιλήμων ἐπιμελητὴς τὸ [τρ]ί[τον] | |
| [γενόμ]ενος ἐν τῶι ἐπὶ Αἰσχραίου ἄρχοντος ἐνιαυτῶι ἀνεκτ[ή]σα- | |
| [το τὰς] πατρίους ταῖς θεαῖς θυσίας καὶ πρῶτος αὐτὸς θύσας [ἐ]ν Ἐ- | |
| 15 | [λευσ]ῖνι τῆι Δήμητρι καὶ τῆι Κόρηι καὶ τὴν λοιπὴν δαπάνην καὶ χορη- |
| [γίαν] ἐπιδεξάμενος ὑπεδέξατο τὴν σύνοδον ἐκ τῶν ἰδίων, | |
| [προσ]εμέρισεν δὲ καὶ ἐκ τῶν κοινῶν εἰς ἄλλας ἡμέρας δύο καὶ ἐμ | |
| [πάσα]ις καλλιερήσας ταῖς ἡμέραις τὰς ἐψηφισμένας ὑπὸ τῶν πατέ- | |
| [ρων] σπονδὰς καὶ ἐπιχύσεις καὶ παιᾶνας ταῖς θεαῖς ἐπετέλεσεν, | |
| 20 | [ὧ]ν ἀσμένως οἱ τεχνῖται λαβόντες ἀνάμνησιν παρεκάλεσαν |
| [α]ὐτὸν καὶ προετρέψαντο μετὰ πάσης προθυμίας προνοηθῆναι καὶ | |
| τῆς τοῦ τεμένους κατασκευῆς ὅπως ἐπὶ τῆς πατρώιας ἑστίας ἀν[εμ]- | |
| ποδίστως κατ’ ἐνιαυτὸν ἐπιτελῶσιν τὰς θυσίας, ὁ δὲ καὶ διὰ τὴ[ν] | |
| πρὸς τὰς θεὰς εὐσέβειαν καὶ διὰ τὴν πρὸς τοὺς τεχνίτας ἀνυπέρθε- | |
| 25 | τον εὔνοιαν διὰ τῆς ἰδίας ἐπιμελείας ἐξ ὧν ἀνεῦρεν αὐτὸς τῆι |
| συνόδωι προσόδων τὴν κατασκευὴν τοῦ τεμένους ἐποιήσατο | |
| καὶ τὸν ἀνειρημένον ὑπὸ τῆς περιστάσεως βωμὸν αὐτὸς πάλιν κα- | |
| θιδρύσατο, προενοήθη δὲ ἐκτενῶς, καὶ τῆς τῶν κοινῶν ἐμ πᾶσιν ἐπα- | |
| νορθώσεως καὶ τὸν κύκλον τῶν δανείων μεταπαρέδωκεν ἐκβαί- | |
| 30 | νων ἐκ τῶν ἐπιμελειτειῶν πολλοῖς ἐπευξημένον χρήμασιν, ὥστε |
| μὴ μόνον εἰς [ἃ]ς ἀνενεώσατο τῆι Δήμητρι καὶ τῆι Κόρηι θυσίας, ἀλλὰ καὶ | |
| εἰς ἑτέρας πλείονας διὰ τὴν τούτου σπουδὴν γεγονέναι τῆι συνόδωι | |
| προσόδους· βιασαμένων δὲ αὐτὸν τῶν τεχνιτῶν πάλιν τὸ τέταρτον | |
| ὑπομεῖναι ἐπιμελητὴν εἰς τὸν ἐπὶ Σελεύκου ἄρχοντος ἐνιαυ- | |
| 35 | τὸν πρὸς ταῖς λοιπαῖς εἰσφοραῖς καὶ χορηγίαις καὶ ἐν Ἐλευσῖνι θύσας |
| ἔν τε τῶι ἱερῶι καὶ ἐν ὧι πρῶτος αὐτὸς κατεσκευάσατο τεμένει ἐφ’ οὗ | |
| ἱδρύσατο βωμοῦ τά τε θύματα καὶ τὴν λοιπὴν χορηγίαν πᾶσαν ἐπιδεξά- | |
| μενος ὑπεδέξατο τὴν σύνοδον ἐκ τῶν ἰδίων μεγαλομερῶς, προσε- | |
| μέρισε δὲ καὶ τὰς διατεταγμένας ἐκ τῶν κοινῶν ἡμέρας δύο καὶ ἐμ πά- | |
| 40 | σαις ἐκαλλιέρησε ταῖς θεαῖς καὶ τὰς πατρίους σπονδὰς ἐπετέλεσεν· |
| [πολλὰ δὲ κα]ὶ ἄλλα ἐπολιτεύσατο καλὰ καὶ συμφέροντα τῆι συνόδωι καὶ | |
| [προσεδαπάνησεν ἐκ τ]ῶν ἰδίων ἔν τε ταῖς ἐπιμελητείαις καὶ ἱερωσύναις | |
| [— — — — — — προκρίνω]ν τὴν τῶν τεχνιτῶν εὔνοιαν παντὸς χρήμα- | |
| [τος — — — — — — — — — — — —] οὐ μόνον δὲ πρὸς τὴν σύνοδον | |
| 45 | — — — — — — — — — — — — — — — — διακείμενος ἀποδο[χ]- |
| [ῆς — — ἠξιώθη — — — — — — — — — ἐκ τῶ]ν νόμων καὶ | |
| — — — — — — — — — — — — — — — — — — — — λιμεν- |
IG II²
1338