Invitatio ad munera. Thin slab of white marble, broken into numerous fragments.
[ ]
Makedonia (Mygdonia) — Thessalonike — Odeion (in reuse) — 260 AD — Anc. Mac. 6 (1999) 1321-1322 — SEG 49.817 — SEG 56.748 (cf.)
See also:
1 | ἀγαθῆι τύχηι |
ὑπὲρ ὑγείας καὶ σωτηρίας καὶ νείκης καὶ αἰωνίου διαμονῆς τῶν μεγίστω[ν] καὶ θειοτ[άτω]ν κυρίων ἡμῶν ἀη[ττήτων Αὐ]- | |
τοκρατόρων 〚— — — — — rasura — — — — — —〛 Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ 〚— — — — — — rasura — — — — — — —〛 [Εὐσεβοῦς] | |
Εὐτυχοῦς Σεβαστοῦ καὶ 〚— — — — — rasura — — — — — — —〛 τοῦ ἐπιφανεστάτου Καί[σα]ρος 〚— — — — — — rasura — — — — — — —〛 | |
5 | καὶ τοῦ σύνπαντος θείου οἴκου αὐτῶν καὶ ἱερᾶς συνκλήτου καὶ ἱερῶν στρατευμάτων καὶ δήμου Ῥωμαίων καὶ τῶν ἐξοχωτάτων ἐπά[ρχων τοῦ ἱεροῦ πραιτωρίου] |
Τιβ(έριος) Κλ(αύδιος) Ῥούφριος Μένων ὁ κρ(άτιστος) ·ἱ·εροφάντης τοῦ ἁγειωτάτου θεοῦ Καβείρου καὶ διὰ βίου ἀγωνοθέτη[ς τοῦ κοινοῦ τῶν Μακεδόνων] | |
καὶ Μακεδονιάρχης καὶ ∙βʹ∙ ἀρχιερεὺς τῶν Σεβαστῶν καὶ ἀγωνοθέτης τῆς λαμπρᾶς Θεσσαλονει[κέ]ων μητροπόλεως καὶ κολωνείας καὶ ∙βʹ∙ ν[εωκόρου ἀγῶνος ἱερ]οῦ οἰκουμε- | |
νικοῦ εἰσελαστικοῦ τῶν μεγάλων Καισαρείων Ἐπινεικίων Καβειρίων Πυθίων ∙ καὶ Βαιβία Μάγνα ἡ γυνὴ αὐτοῦ ἡ ἀξ(ιολογωτάτη) Μ[ακεδονιάρχι]σσα καὶ ∙βʹ∙ ἀρχιέρεια ἐπιτελέσουσιν [φιλοτιμί]αν ἐν τῇ λαμ- | |
προτ<ά>τῃ Θ[εσ]σαλονεικέων μητροπόλι καὶ κολωνείᾳ καὶ ∙βʹ∙ νεωκόρῳ ἐκ θείας δ[ω]ρεᾶς [τῶν κυ]ρίων ἡμῶν Σεβαστῶν κυνηγεσίων τε κ[αὶ μονο]μ̣[αχιῶν] ἡμέραν μίαν, εἰσάγο[ντε]ς καὶ ζῷα ΑΠ[— 4-5 —] τὸν ἀριθμὸν ∙ ἓξ | |
10 | λεοπάρδου, ὑαίνης ∙ καὶ λακα<ί>να<ς> ∙ καὶ ἀποσφάζοντες τῶν ἐνχωρίων ζῴων ἑκάστου εἴδους τέσσαρα ∙ ὁμοίως ❦ vacat εἰσάγοντε[ς καὶ ζε]ύγη δύο [μονο]μάχων ∙ περὶ |
ψυχῆς ἀγωνιούμενα ∙ ἄρξονται δὲ τῆς φιλοτειμίας ∙ Σεκουλαρίῳ τὸ βʹ καὶ Δονάτῳ ∙ τὸ ∙βʹ∙ ὑπάτ(οις) vacat τῇ πρὸ ιβʹ∙ Καλανδῶν Ὀκτωβρίων, | |
Ἑλληνικῇ δὲ ἔτους ∙α∙ϟ∙σ∙ Σεβαστοῦ τοῦ καὶ ζυ̣ʹ | |
εὐτυχ[εῖ]τε Ὑπερβερτα[ίο]υ ∙ κʹ. |