Invitatio ad munera.  Thin slab of white marble, broken into numerous fragments.
[ ] Makedonia (Mygdonia) — Thessalonike — Odeion (in reuse) — 252 AD — Anc. Mac. 6 (1999) 1319-1320 — SEG 49.815 — SEG 56.748 (cf.)
See also:
1                              ἀγαθῆι                                         τύχηι
ὑπὲρ ὑγείας καὶ σωτηρίας καὶ νίκης καὶ αἰωνίου διαμο[νῆς τ]ῶν κ[υ]ρίων ἡμῶν μεγίστων καὶ θειοτάτων #⁵⁶
             vacat                    δημαρχικῆς ἐξουσί[ας τὸ δεύτερ]ον, πατέρων πατρίδος, ἀνθυπ[άτ]ων ∙ καὶ ὑπὲρ τοῦ
 σύμπαντος θείου οἴκου αὐτῶν καὶ τῶν διασημοτά̣[των ἐπάρχων] τοῦ ·ἱ·εροῦ πραιτωρίου καὶ ἱερᾶς [συ]νκλήτου καὶ ἱερῶν
5  στρατευμάτων καὶ δήμ[ο]υ τοῦ [Ῥ]ωμαίων ❦ [ὁ ἀρχιερεὺς τ]ῶν Σεβαστῶν καὶ ἀγωνοθέτης τοῦ κοινοῦ τῶν
 Μακεδόνων ἀγῶνος ἱεροῦ οἰκουμεν[ικ]οῦ εἰσελαστι[κοῦ ἰσακτ]ίου Ἀλεξανδρείου  vacat  Κλ(αύδιος) Ῥούφρ(ιος) Μένων ὁ ἀξ(ιολογώτατος)
 Μακεδονιάρχης καὶ Βαιβία Μάγνα ἡ ἀξ(ιολογωτάτη), ἡ γυν[ὴ αὐτοῦ κ(αὶ)] ἀρχιέρεια, ∙ συντελέσουσιν ἐν τῇ λαμπρᾷ μητρο-
 πόλει Βεροίᾳ καὶ ∙βʹ∙ νεωκόρῳ κυνηγεσίων καὶ μ[ονομαχ]ιῶν ἡμέρας ∙γʹ∙ εἰσάγοντες ζυγὰ τὸν ἀριθμὸν
 ∙ιηʹ∙ περὶ ψυχῆς ἀγων[ιούμ]ενα ∙ καὶ ζῷα ἐνχώρια [ἀποσφάζ]οντες ἑνὸς ἑκάστου εἴδους ∙ ιηηι (dr., ph.)}²∙ ἄρξονται δὲ τῶν φιλο-
10  τειμιῶν ∙ τῇ πρ(ὸ) ∙ζ∙ Καλ(ανδῶν) Ἰουλίω[ν] ∙ Οὐιβίῳ Τρεβωνιανῷ Γάλλῳ [Σεβαστῷ] Καίσαρι ∙ Γ(αΐῳ) ∙ Οὐιβ(ίῳ) Ἀφειν(ίῳ) Οὐελδουμνιανῷ Οὐολουσιανῷ, ∙ Ἑλληνικῇ δὲ ἔτους ∙γπσʹ∙ Σεβ(αστοῦ) τοῦ καὶ | ∙θϟτ
                                                                                              Παν[ή]μου ∙κηʹ∙                                           vacat
                                                            [εὐτυχεῖτε].
Search Help
Contact Us