[ ] Att. — non-stoich. — c. 178/7
1 θεοί.
[ἐ]πὶ Φίλωνος ἄρχοντος· Μουνιχιῶνος ἀγορᾶι κυρίαι·
[ἀ]γαθεῖ τύχει· Εὐκτήμων Εὐμαρίδου Στειριεὺς εἶπεν·
[ἐ]πειδὴ Ἑρμαῖος Ἑρμογένου Παιονίδης ταμίας γενό-
5 μενος πλείω ἔτη εἴς τε τοὺς θεοὺς εὐσεβῶς διατελε[ῖ]
καὶ κοινεῖ τοῖς ὀργεῶσιν καὶ ἰδίαι ἑκάστωι εὔχρησ-
τον αὑτὸν παρασκευάζων καὶ φιλοτιμούμενος τάς
τε θυσίας τοῖς θεοῖς θύεσθαι τὰς καθηκούσας
καὶ εἰς ταῦτα προεισευπορῶν πλεονάκις ἐκ τῶν ἰ-
10 δίων καί τισιν τῶν ἀπογεγονότων οὐχ ὑπάρχοντος
ἀργυρίου τῶι κοινῶι προιέμενος εἰς τὴν ταφὴν τοῦ
εὐσχημονεῖν αὐτοὺς καὶ τετελευτηκότας, καὶ
εἰς τὰς ἐπισκευὰς δὲ προαναλίσκων καὶ τοῦ ἐρά-
νου τοῦ ἀργυρηροῦ ἀρχηγὸς γενόμενος συναχθῆ-
15 ναι, καὶ τὰ ἄριστα συνβουλεύων καὶ λέγων διατελεῖ
καὶ ἐμ πᾶσιν εὔνουν ἑαυτὸν παρασκευάζων, ἀγαθεῖ
τύχει δεδόχθαι τοῖς ὀργεῶσιν, ἐπαινέσαι Ἑρμαῖον
Ἑρμογένου Παιονίδην καὶ στεφανῶσαι ἀρετῆς
ἕνεκεν καὶ εὐσε〚ν〛βείας {²⁶εὐσεβείας}²⁶ τῆς πρὸς τοὺς θεοὺς
20 καὶ κοινεῖ πρὸς τοὺς ὀργεῶνας, ὅπως ἂν ἐφάμιλλον εἶ
καὶ τοῖς λοιποῖς τοῖς βουλομένοις φιλοτιμεῖσθαι
εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται vacat
ὧν ἂν εὐεργετήσωσιν τὸ κοινὸν τῶν ὀργεώνων.
ἀναθεῖναι δὲ αὐτοῦ καὶ εἰκόνα ἐμ πίνακι ἐν τῶι
25 ναῶι καὶ στεφανοῦν καθ’ ἑκάστην θυσίαν αὐτόν.
A)[NA]GRA/YAI DE\ TO/DE TO\ YH/FISMA E)N STH/LEI LIQI/NEI
[τοὺς] ἐπιμελητὰς καὶ στῆσαι ἐν τῶι Μητρώιωι, τὸ δὲ
ἀνάλωμα τό τε εἰς τὸν πίνακα γενόμενον καὶ εἰς
τὴν στήλην μερίσαι ἐκ τοῦ κοινοῦ.
29a             vacat 0.025
30          ἐπὶ ἐπιμελητῶν
         Νέωνος Χολαργέως
         Σίμωνος Πορίου
         Ἐργασίωνος.
              vacat 0.12
Search Help
Contact Us