[ ]
Att. — non-stoich. — 185/4
1 | ἱερὰ Διονύσου. |
ἀγαθεῖ τύχει· ὀργεῶνες· | |
Διονύσιος Ἀγαθοκλέους Μαραθώνιος | |
Ἀγαθοκλῆς Διονυσίου Μαραθώνιος | |
5 | Σόλων Ἑρμογένου Χολαργεύς |
Ἐπιχάρης Κράτωνος Σκαμβωνίδης | |
Ἰσοκράτης Σατύρου Κυδαθηναιεύς | |
Ἄνδρων Σωσάνδρου Ἁμαξαντεύς | |
Διονυσογένης Διονυσίου Παιανιεύς | |
10 | Σίμων Σίμωνος Πόριος |
Φιλόστρατος Διονυσίου Πόριος | |
Λέων Σίμου Ἐλαιούσιος | |
Θεόδοτος Τιμησίωνος Φλυεύς | |
Δίων Ἀντιλόχου Λαμπτρεύς | |
15 | Ἡρακλείδης Θεοδώρου Παιονίδης |
Καλλικράτης Τιμησίωνος Κηφισιεύς | |
Ἀπολλόδωρος Ἀπολλωνίου Λαμπτρεύς | |
17a | vacat 0.014 |
18 | ἀγαθεῖ τύχει· ἐ[πὶ] Εὐπολέμου ἄρχοντος, Ποσιδεῶνος ἀγορᾶι κυρίαι· ἔδοξεν τοῖς |
[Διον]υσιασταῖς· Σόλων Ἑρμογένου Χολαργεὺς εἶπεν· ἐπειδὴ Διονύσιος Ἀγαθοκλέους | |
20 | [Μαραθώ]νιος κατασταθεὶς ταμίας ὑπὸ τῶν Διονυσιαστῶν πλείω ἔτη καὶ λαβὼν παρ’ αὐτῶν |
[τὴν ἱερεωσ]ύνηγ τοῦ Διονύσου τόν τε νεὼ τοῦ θεοῦ κατεσκεύασεν καὶ ἐκόσμησεν πολλοῖς | |
[καὶ καλοῖς ἀνα]θήμασιν καὶ εἰς ταῦτα ἀνήλωκεν οὐκ ὀλίον πλῆθος ἀργυρίου, ἐπέδω- | |
[κεν δὲ καὶ εἰς τὸ κοι]νὸν δραχμὰς χιλίας ὅπως ἔχωσιν ἀπὸ τῆς προσόδου θύειν τῶι θεῶι κα- | |
[τὰ μῆνα ἕκαστον κ]ατὰ τὰ πάτρια, παρεσκεύασεν δὲ τοῖς Διονυσιασταῖς ἵν’ ἔχωσιν χρᾶ- | |
25 | [σθαι αὐτοῖς καὶ χρυσώ]ματα καὶ ἀργυρώματα καὶ τὴν λοιπὴν χορηγίαν πᾶσαν τὴν δέο- |
[υσαν εἰς τὰ ἱερὰ καὶ τόπον εἰ]ς ὃν συνιόντες καθ’ ἕκαστον μῆνα μεθέξουσιν τῶν ἱερῶν· | |
[δεδόχθαι τοῖς ὀργεῶσιν], ἐπαινέσαι Διονύσιον Ἀγαθοκλέους Μαραθώνιον καὶ στεφα- | |
[νῶσαι κιττοῦ στεφάνωι κ]ατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ καλοκαγαθίας καὶ εὐ- | |
[νοίας εἰς αὐτούς, καὶ ἀναγορεῦ]σαι τὸν στέφανον τοῦτον μετὰ τὸ τὰς σπονδὰς ποιή- | |
30 | [σασθαι ὅταν συντελεσθῆι τ]ὰ ἱερὰ τοῖς ὀργεῶσιν ἐν τεῖ πρώτει συνόδωι. ἀναγρά- |
[ψαι δὲ τὸ ψήφισμα τόδε ἐν στήλει λιθί]νει καὶ στῆσαι παρὰ τὸν νεὼ τοῦ θεοῦ, εἰς δὲ τὴν ἀ- | |
[ναγραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στήλης με]ρίσαι τὸ γενόμενον ἀνάλωμα τὸν ταμίαν. ταῦ- | |
[τα Σόλων εἶπεν]. | |
— — — — — — — — — — — — — — — —ῶνος ἀγορᾶι κυρίαι· ἔδοξεν τοῖς Διονυσια- | |
35 | [σταῖς — — — — — — — — — — — εἶπεν· ἐ]πειδὴ Σόλων Ἑρμογέν[ου Χ]ολαργεὺς κατα- |
[σταθεὶς — — — — — — — — — — — — — —]ν ἐφρόντισεν ὅπως ἐπα[υξ]ηθῶσιν | |
— — — — — — — — — — — — — — — — — — ς καὶ ἀόκνως οὐδεμίαν κα[κοπά]- | |
[θιαν ὑποστελλόμενος — — — — — — — — — — — —]ομως τὸ ἱερὸν τ[οῦ θεοῦ — —] | |
— — — — — — — — — — — — — — — — — — — — — ομενον αρ — — — — — — |