[ ] Att. — non-stoich. 23-28 — init. s. II? a.
[ἐπειδὴ Στέφανος ἐπιμελητὴς]
1 [γενόμενος τὸν ἐν]ιαυτ[ὸν τὸν ἐπὶ]
[— — — ἄρχ]οντος [τῆς τοῦ]
[ἱερο]ῦ ἐπισκε[υῆς π]ρ̣οέ̣σ[τηκε κα]-
[θάπε]ρ προσῆκ[ο]ν ἦν, ἔπεμψε [δὲ]
5 [καὶ] τὴν πομπὴν ἀξίως τῆς θε[οῦ]
[φ]ιλοτιμηθεὶς ἐμ πᾶσι τούτοις κ[αὶ]
προσαναλώσας ἐκ τῶν ἰδίων, καὶ τ[ῶ]-
ν λοιπῶν δὲ ὧν καθῆκεν ἐν τῶι ἐν[ι]-
αυτῶι ἐπεμελήθη καλῶς καὶ εὐσχη-
10 μόνως· ὅπως ἂν οὖν καὶ οἱ ὀργεῶνες
φαίνωνται χάριτας ἀξίας ἀποδιδόν-
τες τοῖς ἀεὶ φιλοτιμουμένοις,
ἀγαθεῖ τύχει δεδόχθαι τοῖς ὀργε-
ῶσιν ἐπαινέσαι Στέφανον τῆς τε
15 πρὸς τὴν Βένδιν καὶ τὸν Δηλόπτη-
ν καὶ τοὺς ἄλλους θεοὺς εὐσεβείας
ἕνεκεν καὶ τῆς πρὸς τοὺς ὀργεῶ-
νας φιλοτιμίας στεφανῶσαι αὐ-
τὸν θαλλοῦ στεφάνωι, ἵνα καὶ τοῖς
20 λοιποῖς τῶν ὀργεώνων ἅπασιν ἐ-
φάμιλλον εἶ τοῖς βουλομένοις πρ-
ὸς τοὺς θεοὺς εὐσεβεῖν καὶ πρὸς
τοὺς ὀργεῶνας φιλοτιμεῖσθαι, εἰ-
δότας ὅτι καταξίας χάριτας κομι-
25 οῦνται παρὰ τῶν ὀργεώνων· δεδόσ-
θαι δὲ αὐτῶι καὶ ἀναθή̣ματι τόπον
ἐν τῶι ἱερῶι οὗ ἂν εὔσχημον εἶναι
φαίνηται. ἀναγράψαι δὲ τόδε τὸ ψή-
φισμα εἰς στήλην λιθίνην τὸν γρα-
30 μματέα καὶ στῆσαι παρὰ τὸ ἀνάθη̣μα,
εἰς δὲ τὴν πόησιν καὶ τὴν ἀναγρα-
φὴν μερίσαι τὸν ταμίαν τὸ γενόμε-
νον ἀνάλωμα.
οἱ ὀργεῶνες
35 Στέφανον.
Search Help
Contact Us