[ ] Att. — non-stoich. 24-29 — fin. s. III a.
[— — — — — — — — — — — — ἐπεμε]-
[λήθησαν δὲ καὶ τ]ῆς συνό[δου τῶν]
1 [τ]εχνιτῶν μετὰ τῶν προσαιρεθ[έν]-
τῶν ἐπιμελητῶν ὡς ἠδυνήθησαν
φιλοτιμότατα προσαναλώσαν-
τες ἐκ τῶν ἰδίων· ἀγαθεῖ τύχει,
5 δεδόχθαι τοῖς τεχνίταις ἐπαι-
νέσαι τοὺς ἱεροποιοὺς Σωσίθε-
ον τραγωιδόν, Σώφιλον ὠιδὸν καὶ
στεφανῶσαι ἑκάτερον αὐτῶν
κιττοῦ στεφάνωι εὐσεβείας ἕνε-
10 κα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλο-
τιμίας τῆς εἰς τὸ κοινὸν τῶν τεχνι-
τῶν. ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
μα καὶ τὰ ὀνόματα αὐτῶν ἐν στήλει
λιθίνει καὶ στῆσαι ἐν τῶι Ποσειδίπ-
15 που ἀναθήματι.
15a           vacat 0.09
col. I.16 οἱ τεχνῖται
Σωσίθεον
τραγωιδόν.
col. II.16 οἱ τεχνῖται
Σώφιλον
ὠιδόν.
Search Help
Contact Us