Honorific inscription for the priest Herakleitos Eudemos Demetrios and his family.  Two fragments of a marble block.
[ ] Caria — Lagina — aft. 12 AD — EA 29 (1997) 91, 10 — AnnÉp (1997) 1468 — SEG 47.1585; 52.1061 (cf.)
frg. A.1 [ὁ δῆμος καὶ ἡ βουλὴ ἐτείμησαν τοὺς ἱερέας καὶ τοὺς] π̣ανοικίους
[αὐτῶν Ἡράκλειτον Ἀπολλωνίδου τοῦ Δημητρίου Εὔδημον Δημ]ήτριον Ἱε(ροκωμήτην)
[ἱερέα διὰ βίου τῆς βουλῆς καὶ τὴν γυναῖκα αὐτοῦ Τατάριον Μυωνίδου] Πολυνείκην
[τὴν καὶ Ἀπφίαν Λο(βολδίδα) ἱέριαν διὰ βίου τῆς ἐν Παναμάροις Ἀρτέμιδος καὶ τ]ῶν συνκαθει-
5 [δρυμένων αὐτῇ θεῶν, ἱερατεύσαντας δὲ τῆς μεγίστης καὶ ἐπιφανεστ]ά̣της θεᾶς Ἑκάτης
[ἐξ ἐπανγελίας εὐσεβῶς καὶ φιλοδόξως παρ’ ὅλον τὸν ἐνιαυτὸν καὶ μετ]ὰ̣ τῶν ἄλλων δόντας ἐ̣ν̣
[τοῖς γενεθλίοις ἑκάστῳ τῶν πολειτῶν ἀνὰ δραχμὰς τρῖς καὶ Ῥωμαίοι]ς καὶ παροίκοις κ[αὶ]
frg. B.8 ξέ[ν]οις π[λείστοις δίς(?), θέντας δὲ καὶ ἔλαιον δρακτοῖς καὶ ἐπαλείμματα]
πάσῃ τύχῃ καὶ ἡλικίᾳ ἀ̣[διαλείπτως, ποιησαμένους δὲ καὶ ἀποστολάς, ποιήσαντας]
10 πάντα μεγάλως καὶ φιλο[δόξως δι’ ὅλου τοῦ ἔτους, χαρισαμένους δὲ]
καὶ τοῖς θύουσιν τὰ γέρα, [ἱερατε]ύσ[αντας δὲ διὰ βίου καὶ Μάρκου]
Ἀγρίππα εὐσεβῶς μὲν πρὸς τοὺς [θεούς, φιλοτείμως δὲ καὶ μεγαλοφρόνως]
πρός τε τοὺς πολείτας καὶ τοὺς ἄ̣[λλους κατοικοῦντας τὴν πόλιν, δόντας ἀνὰ]
δραχμὰς δύο· ἐτείμησαν δὲ ὁ [δῆμος καὶ ἡ βουλὴ Ἀπολλωνίδην Δημητρίου]
15 τὸν καὶ Ἑρμίαν κ̣[αὶ Μυωνί]δ̣η̣ν̣ [Δημητρίου Δαμύλαν τὸν καὶ Μενεκλέα Ἱε(ροκωμήτας)]
[τοὺς υἱοὺς αὐτῶν, ἰαχοῦντας ἐν πᾶσιν τοῖς τοῦ Διονύσου μυστηρίοις]
[καλῶς καὶ φιλοδόξως (κτλ.) — — — — — — — — — — — — — — —]
Search Help
Contact Us