Honorific inscription for the priest Herakleitos Eudemos Demetrios and his family. Two fragments of a marble block.
[ ]
Caria — Lagina — aft. 12 AD — EA 29 (1997) 91, 10 — AnnÉp (1997) 1468 — SEG 47.1585; 52.1061 (cf.)
frg. A.1 | [ὁ δῆμος καὶ ἡ βουλὴ ἐτείμησαν τοὺς ἱερέας καὶ τοὺς] π̣ανοικίους |
[αὐτῶν Ἡράκλειτον Ἀπολλωνίδου τοῦ Δημητρίου Εὔδημον Δημ]ήτριον Ἱε(ροκωμήτην) | |
[ἱερέα διὰ βίου τῆς βουλῆς καὶ τὴν γυναῖκα αὐτοῦ Τατάριον Μυωνίδου] Πολυνείκην | |
[τὴν καὶ Ἀπφίαν Λο(βολδίδα) ἱέριαν διὰ βίου τῆς ἐν Παναμάροις Ἀρτέμιδος καὶ τ]ῶν συνκαθει- | |
5 | [δρυμένων αὐτῇ θεῶν, ἱερατεύσαντας δὲ τῆς μεγίστης καὶ ἐπιφανεστ]ά̣της θεᾶς Ἑκάτης |
[ἐξ ἐπανγελίας εὐσεβῶς καὶ φιλοδόξως παρ’ ὅλον τὸν ἐνιαυτὸν καὶ μετ]ὰ̣ τῶν ἄλλων δόντας ἐ̣ν̣ | |
[τοῖς γενεθλίοις ἑκάστῳ τῶν πολειτῶν ἀνὰ δραχμὰς τρῖς καὶ Ῥωμαίοι]ς καὶ παροίκοις κ[αὶ] | |
frg. B.8 | ξέ[ν]οις π[λείστοις δίς(?), θέντας δὲ καὶ ἔλαιον δρακτοῖς καὶ ἐπαλείμματα] |
πάσῃ τύχῃ καὶ ἡλικίᾳ ἀ̣[διαλείπτως, ποιησαμένους δὲ καὶ ἀποστολάς, ποιήσαντας] | |
10 | πάντα μεγάλως καὶ φιλο[δόξως δι’ ὅλου τοῦ ἔτους, χαρισαμένους δὲ] |
καὶ τοῖς θύουσιν τὰ γέρα, [ἱερατε]ύσ[αντας δὲ διὰ βίου καὶ Μάρκου] | |
Ἀγρίππα εὐσεβῶς μὲν πρὸς τοὺς [θεούς, φιλοτείμως δὲ καὶ μεγαλοφρόνως] | |
πρός τε τοὺς πολείτας καὶ τοὺς ἄ̣[λλους κατοικοῦντας τὴν πόλιν, δόντας ἀνὰ] | |
δραχμὰς δύο· ἐτείμησαν δὲ ὁ [δῆμος καὶ ἡ βουλὴ Ἀπολλωνίδην Δημητρίου] | |
15 | τὸν καὶ Ἑρμίαν κ̣[αὶ Μυωνί]δ̣η̣ν̣ [Δημητρίου Δαμύλαν τὸν καὶ Μενεκλέα Ἱε(ροκωμήτας)] |
[τοὺς υἱοὺς αὐτῶν, ἰαχοῦντας ἐν πᾶσιν τοῖς τοῦ Διονύσου μυστηρίοις] | |
[καλῶς καὶ φιλοδόξως (κτλ.) — — — — — — — — — — — — — — —] | |