Honorific decree of the Laodikeis for the priest Leon.  Marble stele, broken into five fragments (two now missing); inscribed two times (nos. 1401-1402).
[ ] Caria — Panamara — ca. 175-167 BC — EA 25 (1995) 85, 2 — SEG 45.1557
1 ἐπ’ ἰερέως Εὐδάμου καὶ ἀρχόντων ἐν Λ̣α̣οδικείαι Μενεκράτ̣[ου]
[τ]οῦ Θαργηλίου, Μυωνίδου τοῦ Πανταλέοντος, Νίκωνος τοῦ Νικομά̣-
[χ]ου, γραμματεύοντος Φανία τοῦ Καλλίου· Ζμινθίου δευτέραι·
[ἔ]δοξε Λαοδικέων τῶι κοινῶι· ἀρχόντων γνώμη· ἐπειδὴ Λέων
5 Χρυσάορος τοῦ Ζωΐλου τοῦ Πολυπέρχοντος ἱερατεύσας ἐμ Πα-
ν̣αμάροις εὐσεβῶς καὶ φιλαγάθως πᾶσι τοῖς παραγεγενημέ̣νο̣ις
τῶμ πολιτῶν εἰς τὸ ἱερὸν φιλόδοξον αὑτὸμ παρείχ̣ε̣το καὶ τοὺς διαφερο-
[μ]έ̣νους ὑπὲρ τῶν ὅρκων συλλύων διετέλει, καθόλου τε ἐμ πᾶσιν ἐγί-
[ν]ετο ἐκτενὴς καὶ φιλότιμος, οὐδεμίαγ κακοπαθίαν οὐδὲ δαπάνην
10 [ὑφ]ορ̣ώμενος· ὅπως οὖγ καὶ ὁ δῆμος φαίνηται ἀποδιδοὺς τοῖς καλοῖς
[κ]ἀγαθοῖς καὶ φιλοδόξοις ἀνδράσιν τὰς καταξίας χάριτα̣ς, δεδόχθα[ι]·
[ἐ]πῃνῆσθαι Λέοντα Χρυσάορος τοῦ Ζωΐλου <τοῦ> Πολυπέρχοντος καὶ στε-
φ̣ανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, ἀναθεῖναι δὲ καὶ στήλην λ̣ιθί-
[ν]η̣ν, εἰς ἣν ἀναγραφήσεται τόδε τὸ ψήφισμα, τὴν δὲ στήλην
15 ἀναθέτω {ι} οὗ ἂν αὐτὸς βούληται· τὸ δὲ εἰς αὐτὴν τέλεσμα
               ὑπαρχέτω {ι} ἐξ ἐπαγγελίας.
Search Help
Contact Us