First honorific decree for A. Aemilius Zosimos.  Sacred Hall, west wall; inscription in five columns.
[ ] Ionia — Priene — aft. 84 BC — IvPriene (1906) 112 + p. 311
See also:
col. XXII.1                       ἐπὶ στεφανηφό̣[ρ]ο̣υ Γαΐου Κεστίου Ἡλιοδώρου,
                      μηνὸς Μεταγει[τ]νιῶνος δωδεκάτηι· ἐτίμησεν
                      ἥ τε βουλὴ καὶ ὁ δῆμος Αὖλον Αἰμίλιον Σέξτου
                      Ζώσιμον στεφάνωι χρυσέωι καὶ εἰκόνι γραπτῆι τε
5                       καὶ χ̣α[λκῆ]ι̣ καὶ χρυ[σ]ῆι καὶ μαρμαρίνηι, γυμνασι-
                      [αρχήσαντα] τ̣ῶν ν[έ]ων καλῶς καὶ δικαίως καὶ
                      [φιλοτίμως, ἀρετῆ]ς ἕνεκεν καὶ [εὐνοίας τῆς]
                      [εἰς ἑαυτόν]·
[ἔδ]οξε τῆι βου[λῆι καὶ τῶι δ]ήμωι· Διο[σ]κουρίδης Διοσκουρίδου τοῦ [Δημέου φύσει]
10 [δὲ] Ἡροστράτου εἶπ̣[εν· ἐπει]δὴ Αὖλος Α̣[ἰ]μ̣ίλιος Σέξτου Ζώσιμος καλὸ[ς ὢν καὶ ἀγαθὸς ἀνὴρ]
[καὶ] βίον μὲν οὐκ ἀφιλότι̣[μον] ε̣ἰς δόξ[αν, κ]ρίσιν δὲ τιμῆς [ἀ]ξίαν, ἁπλότη[τά τε καὶ γενναῖον ἐ]-
[ζη]λ̣ωκὼς ἦθος, [κ]α̣ὶ ο̣ὐ Μ[․․․]ΙΣΔ̣Ι̣Τ̣[․․․․․․] τῶν ἐ[σομέ]νων? κ̣α̣ὶ̣? [․․․․․․․․․․․․․․․․․․․․]
ἀγαθή[ν], ἐν οὐδενὶ δὲ τὴν ἰδίαν ἀπιροκάλω̣[ς διώκων ἀπόλαυ]σιν, συνιδὼν δ’ ὅτι μόνη μεγίστους
ἀποδίδωσιν ἡ ἀρετὴι καρποὺς καὶ χάριτας π[αρὰ ξένοις κ]α̣ὶ ἀστοῖς τὸ καλὸν ἐν τιμῇ θεμένοις,
15 ἐθησαύρισεν ἑαυτῶι παρὰ μὲν τῶν ζώντων ἔ[παινον, παρ]ὰ̣ δὲ τῶν ἐπεσομένων μνήμην· εὐνόως
γὰρ ἡμῶν τῇ πόλει προσενεχθεὶς καὶ γενόμενο̣[ς ψηφίσμ]α̣τι πολείτης οὐκ ἄκαρπον τὴν τῆς τιμῆς
δέδειχεν ἀμοιβήν, στέρξας μὲν τὴν πόλιν ὡ[ς πατρί]δα, γνησίου δὲ παρεχόμενος πολίτου κηδεμονίαν,
ὡς ἂν τῆς μὲν εἰς ἕνα χάριτος μέχρι τοῦ κατὰ τὸν [παθό]ντα φυλασσομένης χρόνου, τῆς δ’ εἰς πλῆ-
θος εὐποΐας αἰωνίωι παραδιδομένης φήμῃ· μ̣άρτυρα δὲ τούτων τὴν ἐν τοῖς ὑφ’ αὑτοῦ γεινομένοις
20 παρέχεται πίστιν· γραμματεὺς μὲν γὰρ χειροτονηθεὶς τῆς βουλῆς καὶ τοῦ δήμου ἐπὶ στεφανη-
φόρου Δημέου μηνὸς Βοηδρομιῶνος διὰ τὸ τὸν μὲν προκεχειροτονημένον ἐν ἀρχαιρεσίαις
γραμματέα μεταλλάξαι, μηδένα δὲ τὴν χρείαν ὑπομένειν ἐκ τοῦ καιροῦ διὰ τὸ τῆς λειτουργίας βάρος,
col. XXIII.23 ἠσφαλίσατο μὲν τόν τ[ε ἴδιον ἑκάστου καὶ τὸν] τῆς πόλ[ε]-
ως βίον διπλῆν καὶ ἐν δ[ερματίνοις τὴν τῶν γρα]μμάτων
25 ποιησάμενος ἀναγραφ[ήν, τῆς δ’ εἰς ταῦτα δα]πάνης οὐκ ἐ̣-
[φ]ί̣σ̣ατο χάριν τοῦ κατα[σφαλισθῆναι βεβαίως τ]ὴν τοῦ δή-
μου πίστιν· ἑαυτὸν ἐν [․․․․․․․․․․․․․․․․․․․] μέλλον-
τος τοῦ τῶν νέων συγ[χυθῆναι γυμνασίου διὰ τ]ὸ μηδέ-
να βούλεσθαι τῆι τῆς [πόλεως ὑποστῆναι χρεί]ᾳ ταῖς ὑ-
30 πηρεσίαις οὔσῃ βαρείᾳ [ἐπὶ ․․․․․․․․․․․․․․․] στεφ[α]-
[νηφό]ρου γυμνασίαρχο[ς ἀποδειχθεὶς τῶν νέων ․․․․]ο[․․]
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]η̣ς̣ νο[․․․․․․․․․․․]
[․․․․․․․․․․․․․․․․․․․․․]ον καὶ κόσμου τόπον οὐ μισ-
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ον, ἐπανγειλάμενος δὲ
35 [․․․․․․․․․․․․․․․․․․․․]μο[․]εν [δα]πάνας ἀνεδέξατο πολὺ
[․․․․․․․․․․․․․․․․․․․․ ἀπροφ]α̣σ̣ι̣σ̣[μ]έ̣ν̣ω̣ς καὶ̣ ἠκ̣ολ[ού]θησεν ο-
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]αι χρεῶ̣[ν? ἡ] π̣ατρ̣ὶ̣ς̣ ὑπηρετη-
[— — — — — — — — — — — — — — — — — — —] ἐπ[οίει]
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ο̣[․․․․․․․․․․․] ποιη-
40 [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]τ[․]α[․]λ[․]μα τοῖς ἐκ[․․․․]
[— — — — — — — — — — — — — — — — — — —]τ̣έ̣ρ̣ων, ἀλλὰ
[— — — — — — — — — — — — — — — — — — —]ει ἐπ’ Ἀρισ-
[— — — — — — — — — — — — — — — — — — —] εἰς τὴν κοι-
[νὴν — — — — — — — — — — — — — — — — —] τὴν ἀρχὴν
45 [— — — — — — — — — — — — — — — — τ]όν τε νομισθέν-
[τα — — — — — — — — — — — — — — —]εν τὸ γυμνάσιον
{²one block missing with 11 lines of text}²
col. XXIV.58 [συ]λλογισάμενος δὲ τὸ πρὸς ὥραν [τεθ]ησόμενον
[ἄ]λ̣ειμμα τῆς τε ἰδίας οὐκ ἄξιον ἔσεσ[θ]αι κρίσεως καὶ
60 πολλοὺς διακλείσειν τῆς φιλανθρωπίας, τοῦτο μὲν
ἀπεδοκίμασεν, ἔθηκεν δὲ τὸ ἄλειμμα ἀπὸ ἀνατολῆς ἡλί-
ου δι’ ἡμέρας μέχρι πρώτης τῆς νυκτὸς ὥρας· ἐν μὲν
ταῖς ἀγοραίοις καὶ πατρίοις ἑορταῖς ἠρωματισμένον
[τιθε]ὶ̣ς ἔ̣λ̣α̣ιον ἔν τε τῷ γυμνασίῳ καὶ βαλανήῳ καὶ ἐπάλειμ-
65 [μα, διὸ καὶ συνέ]βαινεν μηδένα μὲν ὑστερεῖν τῆς φιλοδο-
[ξίας· ․․․․․․․․․]σ̣θαι [δὲ π]ρὸς τὴ[ν τ]ούτων κ̣[οινων]ίαν
[․․․․․․․․․․]․ομενον [τὴν μ]ετουσία[ν — — — — — —]-
τοι̣ς πανλυσιτελὲς καὶ κέρδος π̣[— — — — — — — — — —]
βίον [․․․․․] εἰς ἀνανκαῖον οὐδὲν [— — — — — — — — —]-
70 μος τῆς ἑα[τ]ο[ῦ] προθέσεως ὡράθ[η ․․․․․․ κ]α̣ὶ διετησίο[υ]
[․․․․․․․․․․․․․․․]ν̣ καὶ [τ]ὸν ἀγαθ[— — — — — — — — —]
[․․․․․․․]α̣λ̣[․․] τ̣οῦτον οὐκ ὀλίων̣ [— — — — — — — — —]-
κ̣ι̣ν̣ τε καὶ κώρυκον καὶ κρίκους ε̣ἰς κυ̣[— — — — — — — — —]
ἔτι δὲ σφαίρας καὶ ὅπλα καὶ τὸν ἐπιστα[τήσοντ]α̣ τῶν̣ ἐφήβω̣ν̣
75 τοῖς ἐκ φιλολογίας γραμματικόν, δι’ [ὧν μὲν] τ̣ὸ σῶμα βουλόμε-
νος ἄοκνο[ν] τυγχάνειν, δι’ ὧν δὲ τ[ὰς ψυχ]ὰς πρὸς ἀρετὴν καὶ
πάθος ἀνθρώπινον προάγεσθαι· παρ[ατιθεὶς] δὲ καὶ λουτρὸν
δωρεὰν δι’ ἐνιαυτοῦ τοῖς τε ἐφήβο[ις καὶ π]αιδευταῖς καὶ τοῖς
συνλουομένοις μετὰ τῶν ἐφήβων νέοι[ς, ἐν δ]ὲ ταῖς ἑορταῖς
80 καὶ τοῖς πολείταις πᾶσιν καὶ παροίκοις [καὶ κα]τοίκοις καὶ ξένοις
καὶ Ῥωμαίοις· διαλαβὼν δὲ δεῖν μηδε[μίαν] ἅμιλλαν σωματι-
[κ]ὴ̣[ν ․․]ρ̣γ̣[․․․․․․․]ισαι[․․․․․] δὲ [․․․․․․․․․․․․․․․․․]
[․․․․․․․․․․․․]ν· ἔθηκεν δι’ ἐνιαυτοῦ κα̣[— — — — —]
[— — ἆθλα ἔμψ]υχα τῶν τε σωματικῶν πάντων κ̣[αὶ τ]ῶν
85 [μουσικῶν μαθη]μάτων· βουληθεὶς δὲ τήν τε γυμνασιαρ-
[χίαν αὐτοῦ κ]αὶ τὴν πόλιν ἐπίσημον παρὰ τοῖς εἰς
[αὐτὴν ἐπιδημοῦ]σιν φαίνεσθαι ξένοις, μετέδωκεν μὲν
[ἐν τῷ βαλ]αν[εί]ῳ τοῦ περὶ τὸ ἄλειμμα φιλανθρώπου
[τοῖς εἰ]ς τὴν πανήγυριν παραγενομένοις πᾶσιν,
90 [ἐκοινοποι]ήσατο δὲ καὶ τὴν ἐπὶ τοῦ βαλανείου θέσιν
[τοῦ τε ἐ]λ̣α[ίου] καὶ ἐπαλείμματος ἐπὶ πάσας τὰς τῆς πανηγύρε-
[ως ἡμ]έρας· ἀγῶνα τε σκιλλομαχίας καὶ γυμνικὸν ἐν εἱμᾶσι̣
[τιθεὶς] τοῖς τε ἐφήβοις καὶ τοῖς νέοις ἔδωκεν μὲν
col. XXV.94 [ἑκάστωι τῶ]ν νικησάντων τὴν πυγμ[ὴ]ν̣ χρυσοῦν τα[ι]-
95 [νίδιον, ὧι τὰ τ]ῆς πόλεως ἐσεμνοποίη[σ]εν ἔθιμα, τάγμα
[δὲ καὶ τῶι ἐφή]βωι σκιλλομαχίας ἔθηκε μόσχον· προ-
[θυμότ]ε̣ρον δὲ ἕκαστον ἐπὶ τὴν τοῦ σώματος θε-
[ραπ]είαν καταντᾶν εἰς τὸ γυμνάσιον βουληθεὶς ἔκαυ-
σε̣ μὲν τὸ καπνιστήριον διὰ τοῦ χειμῶνος ὅλου
100 δ[ι’] ἡμέρα<ς>, μετέδωκε δ’ αὐτοῦ καὶ τ̣[ο]ῖς κωλυομένοις
ὑπ̣[ὸ] τ̣ῆ̣ς νομικῆς μετέχειν προθεσμί[α]<ς>, ἐπιδόσιμον δὲ καὶ
κ[․․․․․]α̣ν̣ γ̣υ̣μ̣[․․․․․․․], τὴν δ̣ὲ̣ [θε]ρ̣[απεία]ν̣ ὑποστησάμε-
[νος ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ν· ἐπεὶ δ[ὲ ․․․․․․․]
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․]χιαν τὸ κατηφ̣ὲ̣ς̣ τ̣[․․․]
105 [․․․․․․ σ]κ̣υ̣θ̣ρω̣[π]ὸν [․․․․․․․]α̣ραι τῆς διαγαγο[ύσης]
[․․․․․․]τ̣α̣ς̣ ν̣[․․․․․ ἐν τῆι τ]ῶν Παναθηναίων ἑορ[τῆι]
[ἀναλαβὼν τὴν] ἐπιστασίαν, [ἵν’ ἀ]εὶ τιμήσῃ <τὴν> τῆς πόλεως [ἡ]-
μ̣ῶν προσ[τάτιδ]α θε̣ό<ν>, ἐπόμ̣πευσε μὲν κατὰ τὰ εἰθισ-
[μέ]να [μ]ετὰ τῶν [βο]ηγῶν, π[αρ]έσστησεν δὲ ὑπὲρ τῆς
110 πόλεως βοϊ[κ]ὴν θυσίαν· ἔθη[κε]ν δὲ καλλιοπλίας τοῖς ἐ-
φήβοις ἆθλον· διένειμεν [δὲ τ]ὰ ἀπὸ τῆς ἱερουργίας ταῖς
τε συναρχίαις καὶ βουλευταῖς κα[ὶ τ]οῖς τὸν μακρὸν τροχάσασιν
δρόμον κ[αὶ] τοῖς περὶ τὸν τό[π]ον̣ π̣α̣[ι]δευταῖς καὶ δημοσίοις· κατὰ [π]άν-
τα δὲ βουλόμενος στοιχεῖν τ[ῇ] πρὸς τὸν δῆμον φιλαγαθίᾳ
115 καὶ τὸ γυμνάσιον ἐκόσμησε, ἀναθ[ε]ὶς Ἑρμᾶς δύο πρὸ τῆς ἐφηβικῆς
ἐξέ[δρας, κ]α̣ὶ οἷς ὁ τόπος ἀνεῖται [θεοῖ]ς, τούτων ἀφειδρύματα προ-
[— — — — — — — — — — — — — — — — — — — — — —]ι̣ν το
[— — — — — — — — — — — — — — — — — — — — — —] γ̣ενό-
[μεν— — — — — — — — — — — — — — — — — — — — —]λε πε-
120 [— — — — — — — — — — — — — — — — — — — — — — κ]αὶ ἔθη-
[κεν — — — — — — — — — — — — — — — — — — — — —]ς μετέ-
[δωκεν? — — — — — — — — — — — — — — — — — — δωρ]εὰν καὶ
[— — — — — — — — — — — — — — — — — — — — — — —]σι
[— — — — — — — — — — — — — — — — — — — — — — —]τε
125 [— — — — — — — — — — — — — — — — — — — — — — —]πα
[— — — — — — — — — — — — — — — — — — — — — — —]α̣κα
[— — — — — — — — — — — — — — — — — — — — — — —]ς
col. XXVI.128 ὅπως οἱ λοιποὶ θεωροῦντες τ̣ὴ̣[ν]
τοῦ πλήθους εὔνοιαν πρὸς τοὺς
130 ἀγαθοὺς ἄνδρας ἐ[κ]τενῶς προσφέ-
ρωνται τῇ πόλει, δεδόχθαι τῇ βου̣-
λῇ καὶ τῷ δήμῳ· ἐπῃνῆσθαι μὲν Αὖ-
λον Αἰμίλιον Σέξτου Ζώσιμον
ἐπὶ τοῖς προγεγραμμένοις καὶ ἐ[σ]-
135 τεφανῶσθαι στεφάνωι χρυσέω[ι]·
τ̣ετιμῆσθαι δὲ καὶ εἰκόσιν γρ[απ]-
[τῆι τε καὶ χα]λκῆι καὶ χρυσῆι κα[ὶ]
[μαρμαρίνηι] καὶ τὴν ἀνάθεσιν
[— — — — —]ι ποιήσασθαι ἐν τῷ
140 [ἐπισημοτάτω]ι τῆς πόλεως τόπωι,
[καὶ ἐπιγράψαι] ἐπ’ αὐτῶν· «ὁ δῆμος
[Αὖλον Αἰμίλι]ον Σέξτου Ζώσι-
[μον γυμνασι]αρχήσαντα τῶν νέ-
[ων καλῶς κ]αὶ δικαίως καὶ φιλο-
145 [τίμως ἀρε]τῆς ἕνεκεν καὶ εὐ-
[νοίας τῆς εἰ]ς αὑτόν».
Search Help