First honorific decree for A. Aemilius Zosimos. Sacred Hall, west wall; inscription in five columns.
col. XXII.1 | ἐπὶ στεφανηφό̣[ρ]ο̣υ Γαΐου Κεστίου Ἡλιοδώρου, |
μηνὸς Μεταγει[τ]νιῶνος δωδεκάτηι· ἐτίμησεν | |
ἥ τε βουλὴ καὶ ὁ δῆμος Αὖλον Αἰμίλιον Σέξτου | |
Ζώσιμον στεφάνωι χρυσέωι καὶ εἰκόνι γραπτῆι τε | |
5 | καὶ χ̣α[λκῆ]ι̣ καὶ χρυ[σ]ῆι καὶ μαρμαρίνηι, γυμνασι- |
[αρχήσαντα] τ̣ῶν ν[έ]ων καλῶς καὶ δικαίως καὶ | |
[φιλοτίμως, ἀρετῆ]ς ἕνεκεν καὶ [εὐνοίας τῆς] | |
[εἰς ἑαυτόν]· | |
[ἔδ]οξε τῆι βου[λῆι καὶ τῶι δ]ήμωι· Διο[σ]κουρίδης Διοσκουρίδου τοῦ [Δημέου φύσει] | |
10 | [δὲ] Ἡροστράτου εἶπ̣[εν· ἐπει]δὴ Αὖλος Α̣[ἰ]μ̣ίλιος Σέξτου Ζώσιμος καλὸ[ς ὢν καὶ ἀγαθὸς ἀνὴρ] |
[καὶ] βίον μὲν οὐκ ἀφιλότι̣[μον] ε̣ἰς δόξ[αν, κ]ρίσιν δὲ τιμῆς [ἀ]ξίαν, ἁπλότη[τά τε καὶ γενναῖον ἐ]- | |
[ζη]λ̣ωκὼς ἦθος, [κ]α̣ὶ ο̣ὐ Μ[․․․]ΙΣΔ̣Ι̣Τ̣[․․․․․․] τῶν ἐ[σομέ]νων? κ̣α̣ὶ̣? [․․․․․․․․․․․․․․․․․․․․] | |
ἀγαθή[ν], ἐν οὐδενὶ δὲ τὴν ἰδίαν ἀπιροκάλω̣[ς διώκων ἀπόλαυ]σιν, συνιδὼν δ’ ὅτι μόνη μεγίστους | |
ἀποδίδωσιν ἡ ἀρετὴι καρποὺς καὶ χάριτας π[αρὰ ξένοις κ]α̣ὶ ἀστοῖς τὸ καλὸν ἐν τιμῇ θεμένοις, | |
15 | ἐθησαύρισεν ἑαυτῶι παρὰ μὲν τῶν ζώντων ἔ[παινον, παρ]ὰ̣ δὲ τῶν ἐπεσομένων μνήμην· εὐνόως |
γὰρ ἡμῶν τῇ πόλει προσενεχθεὶς καὶ γενόμενο̣[ς ψηφίσμ]α̣τι πολείτης οὐκ ἄκαρπον τὴν τῆς τιμῆς | |
δέδειχεν ἀμοιβήν, στέρξας μὲν τὴν πόλιν ὡ[ς πατρί]δα, γνησίου δὲ παρεχόμενος πολίτου κηδεμονίαν, | |
ὡς ἂν τῆς μὲν εἰς ἕνα χάριτος μέχρι τοῦ κατὰ τὸν [παθό]ντα φυλασσομένης χρόνου, τῆς δ’ εἰς πλῆ- | |
θος εὐποΐας αἰωνίωι παραδιδομένης φήμῃ· μ̣άρτυρα δὲ τούτων τὴν ἐν τοῖς ὑφ’ αὑτοῦ γεινομένοις | |
20 | παρέχεται πίστιν· γραμματεὺς μὲν γὰρ χειροτονηθεὶς τῆς βουλῆς καὶ τοῦ δήμου ἐπὶ στεφανη- |
φόρου Δημέου μηνὸς Βοηδρομιῶνος διὰ τὸ τὸν μὲν προκεχειροτονημένον ἐν ἀρχαιρεσίαις | |
γραμματέα μεταλλάξαι, μηδένα δὲ τὴν χρείαν ὑπομένειν ἐκ τοῦ καιροῦ διὰ τὸ τῆς λειτουργίας βάρος, | |
col. XXIII.23 | ἠσφαλίσατο μὲν τόν τ[ε ἴδιον ἑκάστου καὶ τὸν] τῆς πόλ[ε]- |
ως βίον διπλῆν καὶ ἐν δ[ερματίνοις τὴν τῶν γρα]μμάτων | |
25 | ποιησάμενος ἀναγραφ[ήν, τῆς δ’ εἰς ταῦτα δα]πάνης οὐκ ἐ̣- |
[φ]ί̣σ̣ατο χάριν τοῦ κατα[σφαλισθῆναι βεβαίως τ]ὴν τοῦ δή- | |
μου πίστιν· ἑαυτὸν ἐν [․․․․․․․․․․․․․․․․․․․] μέλλον- | |
τος τοῦ τῶν νέων συγ[χυθῆναι γυμνασίου διὰ τ]ὸ μηδέ- | |
να βούλεσθαι τῆι τῆς [πόλεως ὑποστῆναι χρεί]ᾳ ταῖς ὑ- | |
30 | πηρεσίαις οὔσῃ βαρείᾳ [ἐπὶ ․․․․․․․․․․․․․․․] στεφ[α]- |
[νηφό]ρου γυμνασίαρχο[ς ἀποδειχθεὶς τῶν νέων ․․․․]ο[․․] | |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]η̣ς̣ νο[․․․․․․․․․․․] | |
[․․․․․․․․․․․․․․․․․․․․․]ον καὶ κόσμου τόπον οὐ μισ- | |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ον, ἐπανγειλάμενος δὲ | |
35 | [․․․․․․․․․․․․․․․․․․․․]μο[․]εν [δα]πάνας ἀνεδέξατο πολὺ |
[․․․․․․․․․․․․․․․․․․․․ ἀπροφ]α̣σ̣ι̣σ̣[μ]έ̣ν̣ω̣ς καὶ̣ ἠκ̣ολ[ού]θησεν ο- | |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]αι χρεῶ̣[ν? ἡ] π̣ατρ̣ὶ̣ς̣ ὑπηρετη- | |
[— — — — — — — — — — — — — — — — — — —] ἐπ[οίει] | |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ο̣[․․․․․․․․․․․] ποιη- | |
40 | [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]τ[․]α[․]λ[․]μα τοῖς ἐκ[․․․․] |
[— — — — — — — — — — — — — — — — — — —]τ̣έ̣ρ̣ων, ἀλλὰ | |
[— — — — — — — — — — — — — — — — — — —]ει ἐπ’ Ἀρισ- | |
[— — — — — — — — — — — — — — — — — — —] εἰς τὴν κοι- | |
[νὴν — — — — — — — — — — — — — — — — —] τὴν ἀρχὴν | |
45 | [— — — — — — — — — — — — — — — — τ]όν τε νομισθέν- |
[τα — — — — — — — — — — — — — — —]εν τὸ γυμνάσιον | |
{²one block missing with 11 lines of text}² | |
col. XXIV.58 | [συ]λλογισάμενος δὲ τὸ πρὸς ὥραν [τεθ]ησόμενον |
[ἄ]λ̣ειμμα τῆς τε ἰδίας οὐκ ἄξιον ἔσεσ[θ]αι κρίσεως καὶ | |
60 | πολλοὺς διακλείσειν τῆς φιλανθρωπίας, τοῦτο μὲν |
ἀπεδοκίμασεν, ἔθηκεν δὲ τὸ ἄλειμμα ἀπὸ ἀνατολῆς ἡλί- | |
ου δι’ ἡμέρας μέχρι πρώτης τῆς νυκτὸς ὥρας· ἐν μὲν | |
ταῖς ἀγοραίοις καὶ πατρίοις ἑορταῖς ἠρωματισμένον | |
[τιθε]ὶ̣ς ἔ̣λ̣α̣ιον ἔν τε τῷ γυμνασίῳ καὶ βαλανήῳ καὶ ἐπάλειμ- | |
65 | [μα, διὸ καὶ συνέ]βαινεν μηδένα μὲν ὑστερεῖν τῆς φιλοδο- |
[ξίας· ․․․․․․․․․]σ̣θαι [δὲ π]ρὸς τὴ[ν τ]ούτων κ̣[οινων]ίαν | |
[․․․․․․․․․․]․ομενον [τὴν μ]ετουσία[ν — — — — — —]- | |
τοι̣ς πανλυσιτελὲς καὶ κέρδος π̣[— — — — — — — — — —] | |
βίον [․․․․․] εἰς ἀνανκαῖον οὐδὲν [— — — — — — — — —]- | |
70 | μος τῆς ἑα[τ]ο[ῦ] προθέσεως ὡράθ[η ․․․․․․ κ]α̣ὶ διετησίο[υ] |
[․․․․․․․․․․․․․․․]ν̣ καὶ [τ]ὸν ἀγαθ[— — — — — — — — —] | |
[․․․․․․․]α̣λ̣[․․] τ̣οῦτον οὐκ ὀλίων̣ [— — — — — — — — —]- | |
κ̣ι̣ν̣ τε καὶ κώρυκον καὶ κρίκους ε̣ἰς κυ̣[— — — — — — — — —] | |
ἔτι δὲ σφαίρας καὶ ὅπλα καὶ τὸν ἐπιστα[τήσοντ]α̣ τῶν̣ ἐφήβω̣ν̣ | |
75 | τοῖς ἐκ φιλολογίας γραμματικόν, δι’ [ὧν μὲν] τ̣ὸ σῶμα βουλόμε- |
νος ἄοκνο[ν] τυγχάνειν, δι’ ὧν δὲ τ[ὰς ψυχ]ὰς πρὸς ἀρετὴν καὶ | |
πάθος ἀνθρώπινον προάγεσθαι· παρ[ατιθεὶς] δὲ καὶ λουτρὸν | |
δωρεὰν δι’ ἐνιαυτοῦ τοῖς τε ἐφήβο[ις καὶ π]αιδευταῖς καὶ τοῖς | |
συνλουομένοις μετὰ τῶν ἐφήβων νέοι[ς, ἐν δ]ὲ ταῖς ἑορταῖς | |
80 | καὶ τοῖς πολείταις πᾶσιν καὶ παροίκοις [καὶ κα]τοίκοις καὶ ξένοις |
καὶ Ῥωμαίοις· διαλαβὼν δὲ δεῖν μηδε[μίαν] ἅμιλλαν σωματι- | |
[κ]ὴ̣[ν ․․]ρ̣γ̣[․․․․․․․]ισαι[․․․․․] δὲ [․․․․․․․․․․․․․․․․․] | |
[․․․․․․․․․․․․]ν· ἔθηκεν δι’ ἐνιαυτοῦ κα̣[— — — — —] | |
[— — ἆθλα ἔμψ]υχα τῶν τε σωματικῶν πάντων κ̣[αὶ τ]ῶν | |
85 | [μουσικῶν μαθη]μάτων· βουληθεὶς δὲ τήν τε γυμνασιαρ- |
[χίαν αὐτοῦ κ]αὶ τὴν πόλιν ἐπίσημον παρὰ τοῖς εἰς | |
[αὐτὴν ἐπιδημοῦ]σιν φαίνεσθαι ξένοις, μετέδωκεν μὲν | |
[ἐν τῷ βαλ]αν[εί]ῳ τοῦ περὶ τὸ ἄλειμμα φιλανθρώπου | |
[τοῖς εἰ]ς τὴν πανήγυριν παραγενομένοις πᾶσιν, | |
90 | [ἐκοινοποι]ήσατο δὲ καὶ τὴν ἐπὶ τοῦ βαλανείου θέσιν |
[τοῦ τε ἐ]λ̣α[ίου] καὶ ἐπαλείμματος ἐπὶ πάσας τὰς τῆς πανηγύρε- | |
[ως ἡμ]έρας· ἀγῶνα τε σκιλλομαχίας καὶ γυμνικὸν ἐν εἱμᾶσι̣ | |
[τιθεὶς] τοῖς τε ἐφήβοις καὶ τοῖς νέοις ἔδωκεν μὲν | |
col. XXV.94 | [ἑκάστωι τῶ]ν νικησάντων τὴν πυγμ[ὴ]ν̣ χρυσοῦν τα[ι]- |
95 | [νίδιον, ὧι τὰ τ]ῆς πόλεως ἐσεμνοποίη[σ]εν ἔθιμα, τάγμα |
[δὲ καὶ τῶι ἐφή]βωι σκιλλομαχίας ἔθηκε μόσχον· προ- | |
[θυμότ]ε̣ρον δὲ ἕκαστον ἐπὶ τὴν τοῦ σώματος θε- | |
[ραπ]είαν καταντᾶν εἰς τὸ γυμνάσιον βουληθεὶς ἔκαυ- | |
σε̣ μὲν τὸ καπνιστήριον διὰ τοῦ χειμῶνος ὅλου | |
100 | δ[ι’] ἡμέρα<ς>, μετέδωκε δ’ αὐτοῦ καὶ τ̣[ο]ῖς κωλυομένοις |
ὑπ̣[ὸ] τ̣ῆ̣ς νομικῆς μετέχειν προθεσμί[α]<ς>, ἐπιδόσιμον δὲ καὶ | |
κ[․․․․․]α̣ν̣ γ̣υ̣μ̣[․․․․․․․], τὴν δ̣ὲ̣ [θε]ρ̣[απεία]ν̣ ὑποστησάμε- | |
[νος ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ν· ἐπεὶ δ[ὲ ․․․․․․․] | |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․]χιαν τὸ κατηφ̣ὲ̣ς̣ τ̣[․․․] | |
105 | [․․․․․․ σ]κ̣υ̣θ̣ρω̣[π]ὸν [․․․․․․․]α̣ραι τῆς διαγαγο[ύσης] |
[․․․․․․]τ̣α̣ς̣ ν̣[․․․․․ ἐν τῆι τ]ῶν Παναθηναίων ἑορ[τῆι] | |
[ἀναλαβὼν τὴν] ἐπιστασίαν, [ἵν’ ἀ]εὶ τιμήσῃ <τὴν> τῆς πόλεως [ἡ]- | |
μ̣ῶν προσ[τάτιδ]α θε̣ό<ν>, ἐπόμ̣πευσε μὲν κατὰ τὰ εἰθισ- | |
[μέ]να [μ]ετὰ τῶν [βο]ηγῶν, π[αρ]έσστησεν δὲ ὑπὲρ τῆς | |
110 | πόλεως βοϊ[κ]ὴν θυσίαν· ἔθη[κε]ν δὲ καλλιοπλίας τοῖς ἐ- |
φήβοις ἆθλον· διένειμεν [δὲ τ]ὰ ἀπὸ τῆς ἱερουργίας ταῖς | |
τε συναρχίαις καὶ βουλευταῖς κα[ὶ τ]οῖς τὸν μακρὸν τροχάσασιν | |
δρόμον κ[αὶ] τοῖς περὶ τὸν τό[π]ον̣ π̣α̣[ι]δευταῖς καὶ δημοσίοις· κατὰ [π]άν- | |
τα δὲ βουλόμενος στοιχεῖν τ[ῇ] πρὸς τὸν δῆμον φιλαγαθίᾳ | |
115 | καὶ τὸ γυμνάσιον ἐκόσμησε, ἀναθ[ε]ὶς Ἑρμᾶς δύο πρὸ τῆς ἐφηβικῆς |
ἐξέ[δρας, κ]α̣ὶ οἷς ὁ τόπος ἀνεῖται [θεοῖ]ς, τούτων ἀφειδρύματα προ- | |
[— — — — — — — — — — — — — — — — — — — — — —]ι̣ν το | |
[— — — — — — — — — — — — — — — — — — — — — —] γ̣ενό- | |
[μεν— — — — — — — — — — — — — — — — — — — — —]λε πε- | |
120 | [— — — — — — — — — — — — — — — — — — — — — — κ]αὶ ἔθη- |
[κεν — — — — — — — — — — — — — — — — — — — — —]ς μετέ- | |
[δωκεν? — — — — — — — — — — — — — — — — — — δωρ]εὰν καὶ | |
[— — — — — — — — — — — — — — — — — — — — — — —]σι | |
[— — — — — — — — — — — — — — — — — — — — — — —]τε | |
125 | [— — — — — — — — — — — — — — — — — — — — — — —]πα |
[— — — — — — — — — — — — — — — — — — — — — — —]α̣κα | |
[— — — — — — — — — — — — — — — — — — — — — — —]ς | |
col. XXVI.128 | ὅπως οἱ λοιποὶ θεωροῦντες τ̣ὴ̣[ν] |
τοῦ πλήθους εὔνοιαν πρὸς τοὺς | |
130 | ἀγαθοὺς ἄνδρας ἐ[κ]τενῶς προσφέ- |
ρωνται τῇ πόλει, δεδόχθαι τῇ βου̣- | |
λῇ καὶ τῷ δήμῳ· ἐπῃνῆσθαι μὲν Αὖ- | |
λον Αἰμίλιον Σέξτου Ζώσιμον | |
ἐπὶ τοῖς προγεγραμμένοις καὶ ἐ[σ]- | |
135 | τεφανῶσθαι στεφάνωι χρυσέω[ι]· |
τ̣ετιμῆσθαι δὲ καὶ εἰκόσιν γρ[απ]- | |
[τῆι τε καὶ χα]λκῆι καὶ χρυσῆι κα[ὶ] | |
[μαρμαρίνηι] καὶ τὴν ἀνάθεσιν | |
[— — — — —]ι ποιήσασθαι ἐν τῷ | |
140 | [ἐπισημοτάτω]ι τῆς πόλεως τόπωι, |
[καὶ ἐπιγράψαι] ἐπ’ αὐτῶν· «ὁ δῆμος | |
[Αὖλον Αἰμίλι]ον Σέξτου Ζώσι- | |
[μον γυμνασι]αρχήσαντα τῶν νέ- | |
[ων καλῶς κ]αὶ δικαίως καὶ φιλο- | |
145 | [τίμως ἀρε]τῆς ἕνεκεν καὶ εὐ- |
[νοίας τῆς εἰ]ς αὑτόν». | |