Second honorific decree for Thrasyboulos.  Exedra of Thrasyboulos, west end of façade; broken at the top.
[ ] Ionia — Priene — Agora — ca. 100 BC? — IvPriene (1906) 99 + p. 310
See also:
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Ν[․]ΙΟΥ
[․]ΑΙΕ[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Α[․․․․]
[․]ΑΙΟΜ̣[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ?οἰκοδ]ομῆς καὶ
ἀεὶ ἀ̣πρ̣ά̣[κ]τ̣ω̣[ν ὄ]ντω̣[ν — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἐπὶ] τὰ̣ πολιτικὰ
5 [π]ράγματα φιλόπονον ἑαυτὸν παρεχ[όμ]ε̣[ν]ος [— — — — — — — — — — — — — — —]ΟΛΝΙ[․] ἔν τε ταῖς ἀρχαῖς
πάσαις τ̣[․․] αὐτὸν παρακέκληκεν ὁ δῆ̣μος [․․․․]․Λ̣[— — — — — — — — — — — — — — —]ενος [δι]εξήγαγεν
αὐτὰς περιποιησάμενος ἐκ πάντων τὴ[ν] ε̣ὐφ̣η̣μ̣[ίαν] πρὸ πλ̣ε[όν]ω[ν] πο]ο[ύμενος] τὸν π̣αρ̣ὰ τῶν πολιτῶν ἔ̣πα[ι]-
[ν]ον ἤπερ τὸ ἴδιον λυσιτελές, ἀεί τε καὶ λέγων καὶ πράσσων διατελεῖ πάντα τὰ σ̣υμφέροντα τῶι δήμωι· ὅπως
οὖν αὐτῶι ὄντι ἀνδρὶ καλῶι καὶ ἀγαθῶι καὶ διὰ παντὸς ὁμο<φρ>ονοῦντι εἰς τὰ τῆς πόλεως συμφέροντα τὰς
10 ἀξίας τιμὰς καὶ χάριτας ὁ δῆμος ἀποδιδοὺς διατελῆι,   δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Θρασύβουλον {μ․}
μὲν Δημητρίου ἐπῃνῆσθαι ἐπὶ τοῖς προγεγραμμένοις καὶ εἶναι αὐτὸν ἐν ἐπιμελείαι παρά τε τῆι βουλῆι καὶ
τῶι δήμωι· ἵνα δὲ μὴ μόνον ζῶντα φαίνηται τιμῶν Θρασύβουλον, ἀλλὰ καὶ τῆς εἰς τὸ χρεὼ μεταστάσεως τυχόντα
τῶν ἐπιφανεστάτων ἀξιώσηι δικαίως, τὸν οἰκονόμον τῆς πόλεως ὃς ἂν ἦι τότε στεφανῶσαι ὑπὲρ τοῦ δήμου Θρασύβου-
λον Δημητρίου ἐπὶ τῆς ἐκφορᾶς στεφάνωι χρυσέωι, ἄνδρα γεγονότα καλὸν καὶ ἀγαθὸν καὶ κοινῆι καὶ ἰδίαι πρὸς πάν-
15 τ̣ων· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου τὴν ἐπιμέλειαν ποιήσασθαι τοὺς ἐ̣πιμηνίους τῶν στρατηγῶν μετὰ
τοῦ γραμματέως τῆς βουλῆς καὶ τοῦ δήμου οἳ ἂν ὦσιν τότε· δεδόσθα̣ι δὲ ἐξουσίαν καὶ τοῖς ἄλλοις τοῖς βουλο-
μένοις στεφανοῦν Θρασύβουλον· ποιήσασ̣θαι δὲ τὴν ἀναγγελίαν ἐν τῆι ἀγορᾶι· ἀναγράψαι δὲ τὸν γραμμα-
τέα τῆς βουλῆς εἰς τὰ ψηφίσματα τᾶς [γ]ενομένας στεφανώσεις· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα καὶ τοὺς στε-
φάνους καὶ τοὺς ἐστεφανωκότας ἐν τῶι διαφράγματι τῆς στοᾶς τῆς βορέου, ποιησαμένου τὴν ἀναγγ[ε]-
20 λίαν τοῦ ἐσομένου τότε οἰκονόμου· ἀκολουθῆσαι δὲ τῆι ἐκφορᾶι τῆι Θρασυβούλου τόν τε γυμν[α]-
σίαρχον μετὰ τῶν ἐφήβων καὶ τῶν νέων καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους πολίτας πάντας· ὅπως ἂν
καὶ οἱ ἄλλοι εἰδότες τὴν τοῦ δήμου εὐχαριστίαν, ἣν ἔχει εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν, πολ-
λῶι μᾶλλον προθυμότεροι γίνωνται εἰς τὰ τῶι δήμωι συνφέροντα.                    vac.
Search Help
Contact Us