Second honorific decree for Thrasyboulos. Exedra of Thrasyboulos, west end of façade; broken at the top.
| 1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Ν[․]ΙΟΥ |
| [․]ΑΙΕ[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Α[․․․․] | |
| [․]ΑΙΟΜ̣[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ?οἰκοδ]ομῆς καὶ | |
| ἀεὶ ἀ̣πρ̣ά̣[κ]τ̣ω̣[ν ὄ]ντω̣[ν — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἐπὶ] τὰ̣ πολιτικὰ | |
| 5 | [π]ράγματα φιλόπονον ἑαυτὸν παρεχ[όμ]ε̣[ν]ος [— — — — — — — — — — — — — — —]ΟΛΝΙ[․] ἔν τε ταῖς ἀρχαῖς |
| πάσαις τ̣[․․] αὐτὸν παρακέκληκεν ὁ δῆ̣μος [․․․․]․Λ̣[— — — — — — — — — — — — — — —]ενος [δι]εξήγαγεν | |
| αὐτὰς περιποιησάμενος ἐκ πάντων τὴ[ν] ε̣ὐφ̣η̣μ̣[ίαν] πρὸ πλ̣ε[όν]ω[ν] πο[ι]ο[ύμενος] τὸν π̣αρ̣ὰ τῶν πολιτῶν ἔ̣πα[ι]- | |
| [ν]ον ἤπερ τὸ ἴδιον λυσιτελές, ἀεί τε καὶ λέγων καὶ πράσσων διατελεῖ πάντα τὰ σ̣υμφέροντα τῶι δήμωι· ὅπως | |
| οὖν αὐτῶι ὄντι ἀνδρὶ καλῶι καὶ ἀγαθῶι καὶ διὰ παντὸς ὁμο<φρ>ονοῦντι εἰς τὰ τῆς πόλεως συμφέροντα τὰς | |
| 10 | ἀξίας τιμὰς καὶ χάριτας ὁ δῆμος ἀποδιδοὺς διατελῆι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· Θρασύβουλον {μ․} |
| μὲν Δημητρίου ἐπῃνῆσθαι ἐπὶ τοῖς προγεγραμμένοις καὶ εἶναι αὐτὸν ἐν ἐπιμελείαι παρά τε τῆι βουλῆι καὶ | |
| τῶι δήμωι· ἵνα δὲ μὴ μόνον ζῶντα φαίνηται τιμῶν Θρασύβουλον, ἀλλὰ καὶ τῆς εἰς τὸ χρεὼ μεταστάσεως τυχόντα | |
| τῶν ἐπιφανεστάτων ἀξιώσηι δικαίως, τὸν οἰκονόμον τῆς πόλεως ὃς ἂν ἦι τότε στεφανῶσαι ὑπὲρ τοῦ δήμου Θρασύβου- | |
| λον Δημητρίου ἐπὶ τῆς ἐκφορᾶς στεφάνωι χρυσέωι, ἄνδρα γεγονότα καλὸν καὶ ἀγαθὸν καὶ κοινῆι καὶ ἰδίαι πρὸς πάν- | |
| 15 | τ̣ων· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου τὴν ἐπιμέλειαν ποιήσασθαι τοὺς ἐ̣πιμηνίους τῶν στρατηγῶν μετὰ |
| τοῦ γραμματέως τῆς βουλῆς καὶ τοῦ δήμου οἳ ἂν ὦσιν τότε· δεδόσθα̣ι δὲ ἐξουσίαν καὶ τοῖς ἄλλοις τοῖς βουλο- | |
| μένοις στεφανοῦν Θρασύβουλον· ποιήσασ̣θαι δὲ τὴν ἀναγγελίαν ἐν τῆι ἀγορᾶι· ἀναγράψαι δὲ τὸν γραμμα- | |
| τέα τῆς βουλῆς εἰς τὰ ψηφίσματα τᾶς [γ]ενομένας στεφανώσεις· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα καὶ τοὺς στε- | |
| φάνους καὶ τοὺς ἐστεφανωκότας ἐν τῶι διαφράγματι τῆς στοᾶς τῆς βορέου, ποιησαμένου τὴν ἀναγγ[ε]- | |
| 20 | λίαν τοῦ ἐσομένου τότε οἰκονόμου· ἀκολουθῆσαι δὲ τῆι ἐκφορᾶι τῆι Θρασυβούλου τόν τε γυμν[α]- |
| σίαρχον μετὰ τῶν ἐφήβων καὶ τῶν νέων καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους πολίτας πάντας· ὅπως ἂν | |
| καὶ οἱ ἄλλοι εἰδότες τὴν τοῦ δήμου εὐχαριστίαν, ἣν ἔχει εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν, πολ- | |
| λῶι μᾶλλον προθυμότεροι γίνωνται εἰς τὰ τῶι δήμωι συνφέροντα. vac. |