Honorific decree for a stephanephoros.  Anta block, inscribed on two faces (nos. 55, 99), broken at the top.
[ ] Ionia — Priene — Asklepieion — ca. 100 BC — IvPriene (1906) 46 + p. 310
See also:
1 τε[— — — — — — — — — — — — — — — — — — — —]-
ων βουλόμενος [— — — — — — — — — — — — — — —]
προθυμότερον ἑαυτὸ[ν — — — — — — — — — ἔτι πρό]-
τερον παρέσχηται δια̣[— — — — — — — — — — — — —]
5 οὐθὲν ἡγούμενος μεῖζον̣ [τοῦ — — — — — — — — — —]
[․․μέ]νη[ς π]ερ[ι]έσεσθα[ι — — — — — — — — — — τὴν]
ἐσομένην εὐφημίαν κα[ὶ δόξαν — — — — — διὰ τὸ ὑπερ]-
άνω γ[εν]έσθαι δαπάνης [πάσης· χειροτονηθεὶς δὲ στεφα]-
νηφόρος καὶ διὰ πάντων [τῶν ἔργων βουλόμενος στοι]-
10 χεῖν τοῖς πεπραγμένοις ὑ̣φ’ ἑ[αυτοῦ εἰς τὴν πατρίδα κα]-
λοῖς τε καὶ ἐνδόξοις, εὐ̣σ̣[ε]β̣ῶ̣[ς μὲν διακείμενος πρὸς]
θεούς, ὁσίως δὲ καὶ δικαίως π̣[ρὸς τοὺς γονεῖς· ἀναλα]-
[β]ὼν τὸν στέφανον τοῦ Διὸς [τοῦ Ὀλυμπίου εἱστίασε]
τούς τε πολίτας καὶ τὰ τέκν[α] α[ὐτῶν, τούς τε κατοικοῦν]-
15 τ̣ας τήν τε πόλιν καὶ τὴν χώρα[ν καὶ τοὺς παῖδας τοὺς]
ἐλευθέρους, ἔτι δὲ καὶ τοὺς πα[ρεπιδημοῦντας ξένους]·
ἐπετέ[λ]εσεν δὲ καὶ θυσίας τοῖς [πατρίοις θεοῖς πρε]-
πούσας τῆ̣ι̣ ἀπὸ τῆς ἀρχῆς ὑπ̣α[ρχούσηι περὶ αὐτὸν]
καλοκἀγαθίᾳ· καθ’ ἕκαστόν τε μῆ[να ἐκαλλιέρησεν]
20 τῶι τε Διῒ τῶι Ὀλυμπίωι καὶ τῆι Ἥραι καὶ [τῶι Πανὶ καὶ]
[τῆι] π̣ρ̣οε̣στ̣ώ̣σ̣[ηι] τῆς πόλεως ἡμῶ[ν Ἀθηνᾶι Πολιάδι],
[․․․․]ΛΙΣ ἀξίως τῶν τ[․․․․․․]ΙΑΙ[— — — — — — —]
Search Help
Contact Us