Edict of the emperor Hadrian containing regulations concerning public transport and illegal actions of soldiers. Marble pedimental stele.
[ ]
Ionia — Priene — 129 AD — R. Haensch, Selbstdarstellung (2009) 327-348 — AnnÉp (2009) 1428 — SEG 59.1365
1 | ἀγαθῇ ∙ τύχῃ· |
Αὐτοκράτωρ Καῖσαρ, | |
θεοῦ Τραϊανοῦ υἱός, θεοῦ Νέρβα | |
υἱωνός, Τραϊανὸς Ἁδριανὸς Σε- | |
5 | βαστός, ἀρχιερεὺς μέγιστος, δημαρ- |
χικῆς ἐξουσίας τὸ τρισκαιδέκατον, | |
ὕπατος τὸ τρίτον, πατὴρ πατρίδος, ἀνθύ- | |
πατος, λέγει· κατὰ τὴν ἐπιδημίαν ᾗ ἐπεδήμησα | |
τῷ ἔθνει ὑμῶν ᾐσθόμην τὰς πόλεις καὶ | |
10 | τὰς κώμας πλέον τῶν δικαίων ἐνοχλου- |
μένας ὑπὸ τῶν διοδευόντων στρατιωτῶν· | |
ὡς δὴ ἐντεῦθεν ἐκεῖνοι εἰδεῖεν ὧν ᾖ ἀπ<ο>σ- | |
χέσθαι αὑτούς, <ὑ>μ<εῖ>ς δὲ ἃ δεῖ τελεῖν καὶ | |
μὴ ἀνέχεσθαι ἀπαιτούμενοι, διατάγματ[ι] | |
15 | ἐδέησέν με <δηλῶσαι>· ὄχημα μόνοις διδόσθω τοῖς |
δίπλωμα ἔχουσιν· ὁ χρώμενος τῷ ὀχήματ[ι] | |
διδότω τὸ ἐπὶ τοῖς διπλώμασιν τεταγμέ- | |
νον· ὁδηγὸν μηδενὶ ἐξέστω λαμβάνειν | |
οὔτε γὰρ ἐκτρέπεσθαι τῆς δημοσίας ὁδοῦ | |
20 | τοὺς στρατιώτας ἀνανκαῖον, καὶ μὴ ἐκ- |
τρεπομένοις οὐδὲν δεῖ τῶν ὁδηγούν[των]· | |
εἰ μέντοι χειόνος ποτὲ μεγάλης ἐπιπεσού- | |
σης ἄδηλοι γένοιντο αἱ ὁδοί, τότε μ[ό]- | |
νον ἐξέστω λαμβάνειν ὁδηγόν· | |
25 | ἄριστον ἢ δεῖπνον [ἢ] κ[ρ]ειθὰ{ι}ς {²⁶κρειθὰς}²⁶ ἢ χό[ρτ]ον |
προῖκα μήτε αἰτεῖν ἐξέστω μήτε διδό- | |
τω τις αἰτούμενος· ἀλλὰ καταγωγὴν | |
προῖκα μηδενὶ δὲ τῶν καθ’ ἑαυτοὺς | |
ὁδοιπορούντων στρατιωτῶν ἔστω | |
30 | λαμβάνειν· εἰ δὲ ὑπὸ σημείων τι<νὲ>ς πα- |
ρ<ί>οιεν ἢ χρήματα τῆς ἀρχῆς κομίζον- | |
τ<ε>ς ἢ δεσμώτας ἄγοντες δὲ ἢ θηρία, | |
τούτοις μόνοις καταλύσεις δημό- | |
σια<ι> διδ<ό>σθωσαν καὶ ἀγορὰ τιμῆς | |
35 | ἥτις ἦν πρὸ δέκα ἡμερῶν· καὶ ἄν παρὰ |
ταῦτα ἀξιώσωσίν τινες ἢ βιάζωνται, [τὰ] | |
τῶν λαμβανόντων ὀνόματα τῷ τοῦ ἔθνο[υς] | |
ἡγουμένῳ πεμπέσθω καὶ τῷ ἐπιτρόπῳ μ[ου] | |
— οὐδὲν δὲ μεικρόν ἐστιν τὸ βοηθῆσον ταῖς πό- | |
40 | λεσιν πρὸς τὸ μηδὲν βίαιον παθεῖν — καὶ |
vac. πρὸς ἐμὲ ἐπιστελλέσθων· vac. | |
vac. πρ[οτ]εθή[τω]. vac. | |