Edict of the emperor Hadrian containing regulations concerning public transport and illegal actions of soldiers.  Marble pedimental stele.
[ ] Ionia — Priene — 129 AD — R. Haensch, Selbstdarstellung (2009) 327-348 — AnnÉp (2009) 1428 — SEG 59.1365
1        ἀγαθῇ ∙ τύχῃ·
    Αὐτοκράτωρ Καῖσαρ,
    θεοῦ Τραϊανοῦ υἱός, θεοῦ Νέρβα
    υἱωνός, Τραϊανὸς Ἁδριανὸς Σε-
5     βαστός, ἀρχιερεὺς μέγιστος, δημαρ-
    χικῆς ἐξουσίας τὸ τρισκαιδέκατον,
ὕπατος τὸ τρίτον, πατὴρ πατρίδος, ἀνθύ-
πατος, λέγει· κατὰ τὴν ἐπιδημίαν ᾗ ἐπεδήμησα
τῷ ἔθνει ὑμῶν ᾐσθόμην τὰς πόλεις καὶ
10 τὰς κώμας πλέον τῶν δικαίων ἐνοχλου-
μένας ὑπὸ τῶν διοδευόντων στρατιωτῶν·
ὡς δὴ ἐντεῦθεν ἐκεῖνοι εἰδεῖεν ὧν ᾖ ἀπ<ο>σ-
χέσθαι αὑτούς, <ὑ>μ<εῖ>ς δὲ ἃ δεῖ τελεῖν καὶ
μὴ ἀνέχεσθαι ἀπαιτούμενοι, διατάγματ[ι]
15 ἐδέησέν με <δηλῶσαι>· ὄχημα μόνοις διδόσθω τοῖς
δίπλωμα ἔχουσιν· ὁ χρώμενος τῷ ὀχήματ[ι]
διδότω τὸ ἐπὶ τοῖς διπλώμασιν τεταγμέ-
νον· ὁδηγὸν μηδενὶ ἐξέστω λαμβάνειν
οὔτε γὰρ ἐκτρέπεσθαι τῆς δημοσίας ὁδοῦ
20 τοὺς στρατιώτας ἀνανκαῖον, καὶ μὴ ἐκ-
τρεπομένοις οὐδὲν δεῖ τῶν ὁδηγούν[των]·
εἰ μέντοι χειόνος ποτὲ μεγάλης ἐπιπεσού-
σης ἄδηλοι γένοιντο αἱ ὁδοί, τότε μ[ό]-
νον ἐξέστω λαμβάνειν ὁδηγόν·
25 ἄριστον ἢ δεῖπνον [ἢ] κ[ρ]ειθὰ{ι}ς {²⁶κρειθὰς}²⁶ ἢ χό[ρτ]ον
προῖκα μήτε αἰτεῖν ἐξέστω μήτε διδό-
τω τις αἰτούμενος· ἀλλὰ καταγωγὴν
προῖκα μηδενὶ δὲ τῶν καθ’ ἑαυτοὺς
ὁδοιπορούντων στρατιωτῶν ἔστω
30 λαμβάνειν· εἰ δὲ ὑπὸ σημείων τι<νὲ>ς πα-
ρ<ί>οιεν ἢ χρήματα τῆς ἀρχῆς κομίζον-
τ<ε>ς ἢ δεσμώτας ἄγοντες δὲ ἢ θηρία,
τούτοις μόνοις καταλύσεις δημό-
σια<ι> διδ<ό>σθωσαν καὶ ἀγορὰ τιμῆς
35 ἥτις ἦν πρὸ δέκα ἡμερῶν· καὶ ἄν παρὰ
ταῦτα ἀξιώσωσίν τινες ἢ βιάζωνται, [τὰ]
τῶν λαμβανόντων ὀνόματα τῷ τοῦ ἔθνο[υς]
ἡγουμένῳ πεμπέσθω καὶ τῷ ἐπιτρόπῳ μ[ου]
— οὐδὲν δὲ μεικρόν ἐστιν τὸ βοηθῆσον ταῖς πό-
40 λεσιν πρὸς τὸ μηδὲν βίαιον παθεῖν — καὶ
vac. πρὸς ἐμὲ ἐπιστελλέσθων· vac.
              vac. πρ[οτ]εθή[τω]. vac.
Search Help
Contact Us