Edict of the emperor Hadrian containing regulations concerning public transport and illegal actions of soldiers. Marble pedimental stele.
[ ]
Ionia — Priene — 129 AD — R. Haensch, Selbstdarstellung (2009) 327-348 — AnnÉp (2009) 1428 — SEG 59.1365
| 1 | ἀγαθῇ ∙ τύχῃ· |
| Αὐτοκράτωρ Καῖσαρ, | |
| θεοῦ Τραϊανοῦ υἱός, θεοῦ Νέρβα | |
| υἱωνός, Τραϊανὸς Ἁδριανὸς Σε- | |
| 5 | βαστός, ἀρχιερεὺς μέγιστος, δημαρ- |
| χικῆς ἐξουσίας τὸ τρισκαιδέκατον, | |
| ὕπατος τὸ τρίτον, πατὴρ πατρίδος, ἀνθύ- | |
| πατος, λέγει· κατὰ τὴν ἐπιδημίαν ᾗ ἐπεδήμησα | |
| τῷ ἔθνει ὑμῶν ᾐσθόμην τὰς πόλεις καὶ | |
| 10 | τὰς κώμας πλέον τῶν δικαίων ἐνοχλου- |
| μένας ὑπὸ τῶν διοδευόντων στρατιωτῶν· | |
| ὡς δὴ ἐντεῦθεν ἐκεῖνοι εἰδεῖεν ὧν ᾖ ἀπ<ο>σ- | |
| χέσθαι αὑτούς, <ὑ>μ<εῖ>ς δὲ ἃ δεῖ τελεῖν καὶ | |
| μὴ ἀνέχεσθαι ἀπαιτούμενοι, διατάγματ[ι] | |
| 15 | ἐδέησέν με <δηλῶσαι>· ὄχημα μόνοις διδόσθω τοῖς |
| δίπλωμα ἔχουσιν· ὁ χρώμενος τῷ ὀχήματ[ι] | |
| διδότω τὸ ἐπὶ τοῖς διπλώμασιν τεταγμέ- | |
| νον· ὁδηγὸν μηδενὶ ἐξέστω λαμβάνειν | |
| οὔτε γὰρ ἐκτρέπεσθαι τῆς δημοσίας ὁδοῦ | |
| 20 | τοὺς στρατιώτας ἀνανκαῖον, καὶ μὴ ἐκ- |
| τρεπομένοις οὐδὲν δεῖ τῶν ὁδηγούν[των]· | |
| εἰ μέντοι χειόνος ποτὲ μεγάλης ἐπιπεσού- | |
| σης ἄδηλοι γένοιντο αἱ ὁδοί, τότε μ[ό]- | |
| νον ἐξέστω λαμβάνειν ὁδηγόν· | |
| 25 | ἄριστον ἢ δεῖπνον [ἢ] κ[ρ]ειθὰ{ι}ς {²⁶κρειθὰς}²⁶ ἢ χό[ρτ]ον |
| προῖκα μήτε αἰτεῖν ἐξέστω μήτε διδό- | |
| τω τις αἰτούμενος· ἀλλὰ καταγωγὴν | |
| προῖκα μηδενὶ δὲ τῶν καθ’ ἑαυτοὺς | |
| ὁδοιπορούντων στρατιωτῶν ἔστω | |
| 30 | λαμβάνειν· εἰ δὲ ὑπὸ σημείων τι<νὲ>ς πα- |
| ρ<ί>οιεν ἢ χρήματα τῆς ἀρχῆς κομίζον- | |
| τ<ε>ς ἢ δεσμώτας ἄγοντες δὲ ἢ θηρία, | |
| τούτοις μόνοις καταλύσεις δημό- | |
| σια<ι> διδ<ό>σθωσαν καὶ ἀγορὰ τιμῆς | |
| 35 | ἥτις ἦν πρὸ δέκα ἡμερῶν· καὶ ἄν παρὰ |
| ταῦτα ἀξιώσωσίν τινες ἢ βιάζωνται, [τὰ] | |
| τῶν λαμβανόντων ὀνόματα τῷ τοῦ ἔθνο[υς] | |
| ἡγουμένῳ πεμπέσθω καὶ τῷ ἐπιτρόπῳ μ[ου] | |
| — οὐδὲν δὲ μεικρόν ἐστιν τὸ βοηθῆσον ταῖς πό- | |
| 40 | λεσιν πρὸς τὸ μηδὲν βίαιον παθεῖν — καὶ |
| vac. πρὸς ἐμὲ ἐπιστελλέσθων· vac. | |
| vac. πρ[οτ]εθή[τω]. vac. | |