IG II² 1315
[ ] Att. — non-stoich. 28-32 — c. 211/0
1 θεοί.
ἀγαθεῖ τύχει· ἐπὶ Αἴσχρωνος ἄρχον-
τος· Μουνιχιῶνος ἀγορᾶι κυρίαι· Διο-
νυσόδωρος Ζωπύρου Ἀλωπεκῆθεν εἶ-
5 πεν· ἐπειδὴ Κράτεια ἱέρεια λαχοῦσα
εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Αἴσχρωνος τά
τε εἰσιτητήρια ἔθυσεν καὶ τὰς λοιπὰς
θυσίας 〚τ〛ἃς καθῆκεν θύειν ὑπὲρ τοῦ
κοινοῦ v, ἔστρωσεν δὲ καὶ κλίνην εἰς
10 ἀμφότερα τὰ Ἀττίδεια καὶ τὰ λοιπὰ πα-
ρεσκεύασεν καλῶς καὶ ἱεροπρεπῶς οὐ-
θὲν ἐνλείπουσα φιλοτιμίας καὶ τὸν ἐ-
νιαυτὸν καλῶς καὶ εὐσεβῶς διετέλε-
σεν θεραπεύουσα τὰς θεὰς καὶ ἀνοίγου-
15 σα τὸ ἱερὸν ἐν ταῖς καθηκούσαις ἡμέ-
ραις· v ὅπως ἂν οὖν καὶ οἱ ὀργεῶνες φαί-
νωνται χάριν ἀποδιδόντες τοῖς φιλοτ[ι]-
μουμένοις εἴς τε τὰς θεὰς καὶ εἰς ἑ[αυ]τούς,
ἀγαθεῖ τύχει δ[ε]δόχθαι τοῖς ὀργεῶσιν
20 ἐπαινέσαι Κράτειαν καὶ στεφανῶσαι
θαλλοῦ στεφάνωι εὐσεβείας ἕνεκεν
τῆς εἰς τὰς θεὰς καὶ φιλοτιμίας τῆς εἰς
{εἰς} ἑαυτούς· στεφανοῦν δὲ καὶ εἰς τὸν ἔ-
πειτα χρόνον ταῖς θυσίαις καὶ ἀναγο-
25 ρεύειν τὸν στέφανον αὐτῆς. v ἀναγρά-
ψαι δὲ τόδε τὸ ψήφισμα τοὺς ὀργεῶνας
ἐν στήλει λιθίνει καὶ στῆσαι πρὸ τοῦ
ναοῦ.
28a             vacat 0.06
col. I.29     οἱ ὀργε-
30     ῶνες τὴν
    ἱέρειαν
    Κράτειαν
col. II.29 ἡ ἱέρεια
30 Κράτεια
Ἱερώνυμον.
            vacat 0.29
Search Help