[ ]
Att. — non-stoich. 28-32 — c. 211/0
1 | θεοί. |
ἀγαθεῖ τύχει· ἐπὶ Αἴσχρωνος ἄρχον- | |
τος· Μουνιχιῶνος ἀγορᾶι κυρίαι· Διο- | |
νυσόδωρος Ζωπύρου Ἀλωπεκῆθεν εἶ- | |
5 | πεν· ἐπειδὴ Κράτεια ἱέρεια λαχοῦσα |
εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Αἴσχρωνος τά | |
τε εἰσιτητήρια ἔθυσεν καὶ τὰς λοιπὰς | |
θυσίας 〚τ〛ἃς καθῆκεν θύειν ὑπὲρ τοῦ | |
κοινοῦ v, ἔστρωσεν δὲ καὶ κλίνην εἰς | |
10 | ἀμφότερα τὰ Ἀττίδεια καὶ τὰ λοιπὰ πα- |
ρεσκεύασεν καλῶς καὶ ἱεροπρεπῶς οὐ- | |
θὲν ἐνλείπουσα φιλοτιμίας καὶ τὸν ἐ- | |
νιαυτὸν καλῶς καὶ εὐσεβῶς διετέλε- | |
σεν θεραπεύουσα τὰς θεὰς καὶ ἀνοίγου- | |
15 | σα τὸ ἱερὸν ἐν ταῖς καθηκούσαις ἡμέ- |
ραις· v ὅπως ἂν οὖν καὶ οἱ ὀργεῶνες φαί- | |
νωνται χάριν ἀποδιδόντες τοῖς φιλοτ[ι]- | |
μουμένοις εἴς τε τὰς θεὰς καὶ εἰς ἑ[αυ]τούς, | |
ἀγαθεῖ τύχει δ[ε]δόχθαι τοῖς ὀργεῶσιν | |
20 | ἐπαινέσαι Κράτειαν καὶ στεφανῶσαι |
θαλλοῦ στεφάνωι εὐσεβείας ἕνεκεν | |
τῆς εἰς τὰς θεὰς καὶ φιλοτιμίας τῆς εἰς | |
{εἰς} ἑαυτούς· στεφανοῦν δὲ καὶ εἰς τὸν ἔ- | |
πειτα χρόνον ταῖς θυσίαις καὶ ἀναγο- | |
25 | ρεύειν τὸν στέφανον αὐτῆς. v ἀναγρά- |
ψαι δὲ τόδε τὸ ψήφισμα τοὺς ὀργεῶνας | |
ἐν στήλει λιθίνει καὶ στῆσαι πρὸ τοῦ | |
ναοῦ. | |
28a | vacat 0.06 |
col. I.29 | οἱ ὀργε- |
30 | ῶνες τὴν |
ἱέρειαν | |
Κράτειαν | |
col. II.29 | ἡ ἱέρεια |
30 | Κράτεια |
Ἱερώνυμον. | |
vacat 0.29 |