[ ]
Att. — non-stoich. 28-34 — c. 213/2
| θεοί. | |
| 1 | ἐπὶ Ἡρακλείτου ἄρχοντος· Μουνιχιῶνος |
| ἀγορᾶι κυρίαι· vv Παράμονος Παρμενίσκου | |
| Ἐπιεικίδης εἶπεν· ἐπειδὴ Γλαῦκον ἱέ- | |
| ρεια λαχοῦσα εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ | |
| 5 | Εὐφιλήτου ἄρχοντος κ[α]λῶς καὶ εὐσεβῶς |
| τὴν ἱερωσύνην ἐξήγαγεν καὶ τὰ λοιπὰ | |
| ἐφιλοτιμήθη ὅσα προσῆκεν τεῖ θεῶι, | |
| ὅπως ἂν οὖν καὶ οἱ ὀργεῶνες φαίνωνται | |
| 10 | χάριν ἀποδιδόντες ταῖς φιλοτιμουμέ- |
| ναις τῶν λαγχανουσῶν ἱερειῶν εἴς τε | |
| τὴν θεὸν καὶ εἰς τὸ κοινὸν τῶν ὀργεώνων, | |
| ἀγαθεῖ τύχει δεδόχθαι τοῖς ὀργεῶσιν, | |
| ἐπαινέσαι τὴν ἱέρειαν Γλαῦκον καὶ | |
| 15 | στεφανῶσαι θαλλοῦ στεφάνωι εὐσε- |
| βείας ἕνεκεν τῆς εἰς τὴν θεὸν καὶ φιλο- | |
| τιμίας τῆς εἰς ἑαυτούς· v ἀναθεῖναι δὲ | |
| αὐτῆς καὶ εἰκόνα ἐν τῶι ναῶι· στεφανοῦν | |
| δὲ καὶ εἰς τὸν ἔπειτα χρόνον κατ’ ἐνιαυ- | |
| 20 | τὸν καθ’ ἑκάστην θυσίαν καὶ ἀναγορεύειν |
| τὸν στέφανον αὐτῆς τοὺς ἐπιμελητάς. v ἀνα- | |
| [γρ]άψαι δὲ τόδε τὸ ψήφισμα τοὺς ὀργεῶνας | |
| ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι τεμέ- | |
| νει [τῆς θεο]ῦ. | |
| 24a | vacat 0.145 |
| 25 | οἱ ὀργεῶνες |
| τὴν ἱέρειαν | |
| Γλαῦκον. | |
| vacat 0.355 |