IG II² 1312
[ ] Att. — non-stoich. 30-37 — c. fin. s. III a.
1 [θ]εοί.
Κηφισοκλείδης Σωστράτου Ῥαμνούσιος εἶπεν·
δεδόχθαι τῶι δήμωι· ἐπειδὴ Διονύσιος Ἀρτεμ[ι]-
δώρου Κλαζομένιος διατελεῖ εὔνους ὢν
5 τῶι δήμωι τῶι Ἀθηναίων τῶι Ῥαμνοῦντι καὶ
ἐνδείκνυται τὴν εὔνοιαν ἣν ἔχει εἰς τὸν
δῆμον καὶ τῆς φυλακῆς συνεπιμεμέλητα[ι]
τοῦ χωρίου μετὰ τῶν ἐπιμελητῶν, ἐπαινέσα[ι]
[Δι]ονύσιον ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆ[ς]
10 [εἰς] τὸν δῆμον καὶ στεφανῶσαι αὐτὸν χρυσῶ[ι]
[στεφ]άνωι. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ[ν]
[στήληι] τὸν ταμίαν καὶ στῆσαι ἐν τῶι ἱερῶ[ι]
[τῆς Νεμέσ]εως· ἐπαινέσαι δὲ καὶ τοὺς στρα̣-
[τηγοῦντας μ]ετ’ αὐτοῦ καὶ στεφανῶσα[ι]
15 [ἕκαστον αὐτῶ]ν θαλλοῦ στεφάνωι.  vacat
                    vacat
Search Help
Contact Us