IG II² 1311
[ ] Att. — non-stoich. 41-46 — c. fin. s. III a.
1 μον[— — — — — — — — — — — — — — εἰδότες ὅτι χάριτας]
ἀξίας [κομι]οῦντα[ι ὧν ἂν εὐεργετήσω]σ[ιν· v ἀγαθῆι] τύχη[ι]
δεδόχθαι Ἀθηναίων [τ]ο[ῖ]ς στρα[τε]υομέν[ο]ις Ῥ[α]μνοῦν-
τι, ἐπαινέσαι Δικαίαρχον v Ἀ[π]ο[λλ]ωνίου v Θριά[σιον]
5 καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ φι-
λοτιμίας τῆς εἰς αὐτούς. ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
μα ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶ[ι θ]εάτρωι, εἰς δὲ
τὴν ἀναγραφὴν εἰσενενκεῖν τοὺς νομο̣φ̣[ύ]λ̣[α]κας.  vacat
ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦ-
10 σιν τὰ ἐψηφισμένα. v οἵδε εἱρέθησαν· v Λέων Ἅγνωνος Ὄαθεν·
Θεόδωρος Νικωνύμου Φλυεύς· v Γλαύκων Σωσικράτου vacat
Χολλεῖδης.
12a                   in corona oleaginea:
13                    Ἀθηναίων
                    οἱ στρατευόμενοι
15                    Ῥαμνοῦντι
                    Δικαίαρχον.
Search Help
Contact Us