Diagraphe for the sale of the priesthood of Dionysos Phleos.  Stele, now in four joining fragments.
[ ] Ionia — Priene — ca. 130 BC — IvPriene (1906) 174 — F. Sokolowski, LSAM (1955) 105, 37 — EA 44 (2011) 35, VI 3
See also:
1    διαγραφὴ  Διονύσου  Φλέου.
                          vacat
2 ἀγ[α]θῆι τύχηι· ἐπὶ τοῖσδε πωλοῦμεν τὴν ἱε̣-
ρ̣ω̣σύνην τοῦ Διονύσου τοῦ Φλέου. ὁ πριά̣μ̣ε̣-
ν̣ο̣ς̣ ἱερήσεται χρόνον ὅσον ἂμ βιοῖ· ἱερήσε-
5 [τ]α̣ι δὲ καὶ τοῦ Διονύσου τοῦ Καταγωγίου·
[τ]ελὴς δὲ ἔσται καὶ τοῦ σώματος· εἶναι̣
δὲ αὐτῶι καὶ ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνί-
ωι σίτησιν πάσας τὰς ἡμέρας· λήψεται δὲ ὧν̣
πόλις θύει σκέλος, γλῶσσαν, δέρμα, παρὰ βω-
10 μ̣οῦ μοίρας· vac. παρέξεται δὲ θύα, οὐλάς, λιβανω-
τόν, ἔλατρα, βοῒ μὲν ἐκ τεταρτέως, προβάτωι δὲ
ἐξ ἡμιέκτου, γαλαθηνῶι δὲ ἐγ δύο χοινίκων·
εἶναι δὲ αὐτῶι καὶ ἐν τῶι θεάτρῳ ἐμ προεδρίαι
καθ̣ῆσθαι καὶ στολὴν ἔχειν ἣν ἂμ βούληται καὶ
15 στέφανον κισσοῦ χρυσοῦν· vac. θύσει δὲ καὶ τὰς θυ-
σίας τὰς ἐν τῶι θεάτρωι τῶι Διονύσωι τῶι Μελ-
πομ̣ένωι καὶ λιβανωτὸν ἐπιθήσει καὶ σπονδαρ-
χήσει καὶ τὰς εὐχὰς εὔξεται ὑπὲρ τῆς πόλεως
τῆς Πριηνέων· ἐχέτω δὲ καὶ στολὴν ἣν ἂμ βού-
20 ληται καὶ στέφανον χρυσοῦν μῆνα Ληναιῶνα
καὶ Ἀνθεστηριῶνα· καὶ τοῖς Καταγωγίοις καθη̣-
γήσεται τῶν συγκαταγόντων τὸν Διόνυσον
στολὴν ἔχων ἣν ἂν θέληι καὶ στέφανον χρυ-
σοῦν. vac. ἐὰν δὲ ὑπὲρ ἐξακισχιλίας δραχμὰς
25 εὕρηι ἡ ἱερωσύνη, καὶ ἀτελὴς ἔσται ὁ πριάμενος
λαμπαδαρχίας vac. ἀγωνοθεσίας vac. ἱπποτροφίας
ἀρχιθεωρίας vac. γυμνασιαρχίας. vac. ἐὰν δὲ ὑπὲρ μυ-
ρίας καὶ δισχιλίας δραχμὰς ἀγοράσηι, ἀτελὴς ἔσ-
ται καὶ τριηραρχίας καὶ οἰκονομίας καὶ νεωποΐας
30 καὶ προεισφορᾶς χρημάτων. vac. καταβαλεῖ δὲ ὁ πριά-
μενος τῶι νεωπόηι τὸ μὲν ἐπιδέκατον παραχρῆ-
μα, τῆς δὲ λοιπῆς τιμῆς τὸ μὲν ἥμυσυ μηνὸς̣ Με-
ταγειτνιῶνος ἔτους τοῦ αὐτοῦ, τὸ δὲ ἥμυσυ μη̣-
νὸς Ἀνθεστηριῶνος ἐπὶ στεφανηφόρου Κλεο-
35 μένου· vac. ἐπρίατο Ἀθηνόπολις Κυδίμου δραχμῶν
μυρίων δισχιλίων δύο καὶ τοῦ ἐπιδεκάτου δρα-
χμῶν 〚δισ〛χιλίων διακοσίων vac. ὀβολοῦ χαλκῶν
τριῶν.
Search Help
Contact Us