Senatus consultum upholding the judgement of Rhodes in its arbitration of a territorial dispute between Priene and Samos. Temple of Athena Polias. Four fragments of marble blocks belonging to the northern cella wall.
[ ]
Ionia — Priene — Sanct. of Athena — 135 BC — GIBM III (1890) 405 — IvPriene (1906) 41 + p. 309 — SEG 58.1349, SC II
See also:
1 | δόγμα τὸ κομισθὲν παρὰ τῆς συγ̣[κλήτου ὑπὸ] τ̣ῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὲρ τῶν πρὸς Σαμίους· |
Σέρουιος Φόλουιος Κοΐντου υἱὸς στ[ρατηγὸς ὕ]πατος τῆι συγκλήτωι συνεβουλεύσατο ἐγ κομετίωι πρὸ ἡμε- | |
ρῶν πέντε εἰδυιῶν Φεβροαρίων· γραφομ̣[ένωι παρ]ῆσαν Λεύκιος Τρεμήλιος Γναίου Καμελλία, Γάϊος Ἄννιος Γαΐου | |
Καμελλία, Λεύκιος Ἄννιος Λευκίου Πο[λλία· πε]ρὶ ὧν Σάμιοι πρεσβευταὶ Τηλέμαχος Μάτρωνος, Λέων Λέοντος, | |
5 | ἄνδρες κα[λοὶ κ]αὶ ἀγαθοὶ καὶ φίλ̣οι παρὰ δ̣ήμ̣ο[υ καλοῦ] καὶ ἀγαθοῦ καὶ φίλου συμμάχου τε ἡμετέρου, λόγους ἐποήσαντο |
κατὰ πρό[σ]ωπ̣ον πρὸς̣ Πριην[ε]ῖς π[ερὶ χ]ώρας [καὶ ὁρίων, ὅπως ὦσιν] καθ̣ὼς Γναῖο{ι}ς {²⁶Γναῖος}²⁶ Μάνλιος καὶ οἱ δέκα πρεσβευταὶ διέταξαν | |
[μετὰ τὸν πρὸς Ἀντίοχον πόλεμον· καὶ περὶ ὧν Πριηνεῖς πρεσβευταὶ — — — — — — — — — — —]ρους, Ἀναξι̣[— — — — — —]ς̣, | |
Ζηνόδοτος Ἀρ[τέμωνος, ἄ]νδρες καλοὶ καὶ ἀγαθοὶ καὶ φίλοι π[αρὰ δήμου κα]λοῦ καὶ ἀγ[αθοῦ] συμμάχου τε ἡ̣[μετέρου], | |
λόγους ἐποήσαν̣[το κατ]ὰ πρόσωπ̣[ον π]ρ̣ὸς Σαμίου[ς] περὶ χώρας καὶ περὶ ὁρίων, ὅπως οὕτω[ς ὦ]σιν καθὼς ὁ δῆμος ὁ Ῥοδίων | |
10 | ἑκατέρων θελόν[τ]ων ἔκρινεν· περὶ τούτου τοῦ πράγματο[ς ἀποκρι]θῆναι οὕ<τ>ως ἔδοξεν· ἡμῖν οὐκ εὐχερές {εἶναι} ἐστιν μετα- |
θεῖναι ὃ ὁ δῆμος ὁ Ῥοδίων ἑκατέρων θελόντων κέκρι[κε κ]αὶ ὅρ[ια ἃ] πεπο<ί>ηται, τοῦ μ[ὴ] τούτωι τῶι κρίματι καὶ τούτοις τοῖς ὁρίοις | |
ἐμμείνωσιν· τούτωι τε τῶι κρίματι καὶ τούτοις τοῖς ὁρ[ίοις ἐμμένει]ν ἔδοξεν· τούτοις τε ξένιον εἰς ἑκάστην πρεσβείαν ἕως | |
ἀπὸ σηστερτίων νόμων ἑκατὸν εἴκοσι πέντε [Σέρουιος Φ]όλυιος Κοΐντου ὕπατος τὸν ταμίαν ἀποστεῖλαι κε[λεύσῃ], | |
καθὼς ἂν αὐτῶι ἐκ τ̣ῶν δημοσίων πραγμάτων πίστ[εώς] τε [τῆς ἰδίας φαίνηται]· ἔδοξεν. |