Rhodian arbitration of a territorial dispute between Priene and Samos. Temple of Athena; blocks belonging to the northeast anta and northern wall of the cella.
[ ]
Ionia — Priene — Sanct. of Athena — 196-191 BC — GIBM III (1890) 403; 409a — IvPriene (1906) 37; 38.5 w. p. 309 — SEG 58.1348
See also:
NE anta.l. col.1 | Πριηνέω[ν καὶ Σ]αμίων |
Εὐφανίσκος Καλλ̣ιξείνου καθ’ ὑοθ̣[ε]- | |
σίαν δὲ Νικασιδάμου, Ἁγήσανδρο[ς] | |
Ε̣ὐδάμου, Τιμαγόρας Πολεμακλεῦς, [Νι]- | |
5 | κόστρατος Τεισύ[λου, ․․․․α]νδρος Ἑκ̣[α]- |
τωνύμου αἱρεθέν[τες ὑπὸ το]ῦ δά[μου] | |
τοῦ Ῥοδίω̣[ν δικάσαι περὶ τᾶ]ς̣ χώρα̣ς ὑπὲρ | |
ἇς ἀ̣μ̣[φισβατοῦντι Σάμι]οι ποτὶ Πριανε̣[ῖς κ]α̣ὶ Πρι- | |
[ανε․․․․․․․․]ο̣υ̣ς̣ καὶ τοῦ φρουρίου ὃ καλεῖ[τ]αι Κ̣[ά]- | |
10 | ριον ὑπὲρ οὗ ἀμφισβατοῦντι Σάμιοι καὶ Πριανεῖς, |
ἀξιωθέντος̣ τοῦ δάμου ὑπὸ Σαμίων καὶ Πριανέ- | |
ων ἄνδρας ἀ̣ποδεῖξαι, οἵτινες κρινοῦντι καὶ ὁρι- | |
ξοῦντι καὶ ἀ̣ποφανοῦνται ἢ συλλυσοῦντι· δικαιολο- | |
γησα̣[μένω]ν τῶν αἱρεθέντων ὑπὸ μὲν Σαμίων | |
{²lacuna of five lines}² | |
15 | [— — — — — — — — — — — — — — — — — —]ΣΩ[․․․․]Ι̣ |
[․․․]θίων̣ο̣ς̣ [․․․․․․․ ὑπὸ δὲ Πριανέων] Ἀ̣πολλοδώρου | |
[το]ῦ̣ Ποσ̣ε̣[ιδωνίου φύσει δὲ Ἀρτεμ]ιδώρου, Καλλι- | |
κράτευς τοῦ Ἀπολλωνίου, Παρρασίου τοῦ Παρρασίου̣, | |
Μητροδώρου τοῦ Ἀριστοδήμου, Ἀλκισθένευς τοῦ̣ | |
20 | Ἀνύτου· vac. καὶ διακούσαντες αὐτῶν ἔν τε Ῥόδωι ἐν |
τῶι ἱερῶι τοῦ Διονύσου καὶ ἐπὶ τᾶς χώρας τᾶς ἀμφισβα̣- | |
[τουμέ]νας ἐφ’ ἃν ἐπάγαγον ἁμὲ ἑκάτεροι καὶ ἐπὶ τοῦ | |
[φρουρί]ου ὃ καλεῖται Κάριον καὶ ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι | |
[τᾶς Ἀρτέμι]δος, ἐπο̣[ιησάμεθα τὰν] κ̣ρίσιν κατὰ τὰ ὑ̣φ̣’ | |
25 | [ἁμῶν ἐφε]ω̣ραμ̣έ̣[να — — — — ἐκρί]ναμ̣ε̣ν̣ ․․․[․․․] |
[τὸ φρούριον ὃ κα]λεῖται Κάριον κα[ὶ τ]ὰμ [περὶ] | |
[αὐτὸ χώ]ραν ἐπείμειν Πριανέων· τὰν δὲ ἀπόφα[σιν] | |
[δόν]τες ὑπὲρ τούτων καὶ ποιήσαντες ἀντίγραφα | |
[δύο] ἐ̣δώκαμεν τὸ μὲν ἓν τοῖς πρυτάνεσι τοῖς Σαμίων̣ | |
30 | Πρωτομάχωι Τρίτωνος, Σιμαλίωνι Εὐφράνορος, Θεο- |
μνήστωι Ἰσοκράτευς, Ἡγεπόλει Ἀντιπάππου, Λυσιμά- | |
χωι Διονυσίου, καὶ τῶι γραμματεῖ τᾶς βουλᾶς Μενίπ- | |
[π]ωι Κλέωνος, ὡ̣ς μὲν Ῥόδιοι ἄγοντι ἐπ’ ἰερέως Πρ̣ατο- | |
[φάνευς, μηνὸς Πανάμου ἐνάται ἐπὶ δέκα?, ὡς δὲ Σάμιοι] | |
35 | [ἄγοντι ἐπὶ δαμιουργοῦ — — — μηνὸς — — — — — — —] |
[— — — — — τὸ δὲ ἄλλο ἐδώκαμεν τοῖς — — — — — —] | |
[τοῖς Πριανέων — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — —] | |
38 | ου τοῦ Φιλοτίμου καὶ Λυκίππωι Ἀντιόχου [— — — — —] |
[— — — — — — — — — — — — — — — — — — — —] | |
40 | [․ Ἀ]πολλοδώρου, Εὐφά[νει] Ἀρτεμιδώρου, Διο[κλεῖ καὶ Ἀ]- |
[π]ολλοδώρωι Ποσειδωνίου, Σωτ[— — — — — — Φι]- | |
[λ]ώται̣ Παμένο<υ>, ὡς μὲν Ῥόδιοι ἄγοντι μηνὸς | |
Πανάμου ἐνάται [ἐπὶ δέκα?], ὡς δὲ Πριανεῖς ΥΠΟ | |
ΛΩΝΟΣ[․․]ΟΝ[— — — — ἔφασαν δὲ Σάμιοι τὰν χώραν] | |
45 | τὰν Βατι[νῆτιν — — — — — — — — — — — — — — — —] |
[․․․․․] τοὺς δ[— — — — — — — — — — — — — — —] | |
Πριαν[εῖ]ς μετὰ Μελι̣έ̣[ων — — — — — — — — — — —] | |
μιαν ἔ̣[χειν], στάσιος δὲ γε[νομένας — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — —] | |
50 | [— — — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — — —] | |
49 | [․․․․․]Ι[— — — — — — — — — — — — — — — — —] |
49a | [․․․․․]ΓΟ[— — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — —] | |
50 | τοὺς [— — — — — — — — — — — — — — — — Μιλη?]- |
σίους [— — — — — — — — — — — — — — — — — —] | |
νος Κ̣[— — — — — — — — — — — — — — — — — —] | |
{²three blocks missing with ca. 29 lines}² | |
[— — — — — — — — — — — — — — — — — — οἱ δὲ Σάμιοι ἔλε]- | |
53 | [γον διότι ἔλαχον] Κάριον καὶ Δρυοῦ[σσαν καὶ ἐπε]δείκν̣[υον ἐν] |
[ταῖς Μαιανδρ]ίου τοῦ Μιλησίου ἱστο[ρίαις κατακε]χωρισμ̣[ένον] | |
55 | [διότι καὶ ἁ] λοιπὰ χώρα ἁ Μελιὰς [— — — — — —]ῦ αὐτοῖς ἐ[— —] |
[․․․․ μ]ετὰ τὸμ πόλεμον τὸμ Με[λιακὸν — — —]σθαι αὐτα[— —] | |
[․․․․․] παρὰ μὲν Μιλησίων ΑΙ[— — — — — τοῖ]ς αὐτοῖς Θή[βας] | |
[καὶ Μ]αραθήσιον, καθὼ[ς — — — — — — — — —]ον ὑπὲρ αὐ[τῶν] | |
[— —] Πανιωνίοις [— — — — — — — — — — παρὰ] δὲ Κολοφωνίω[ν] | |
60 | Ἄναια [— — — — — — — — — — — — — — — — — — — — — — —] |
ὑπὲρ τ̣[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
ἐνεφ[άνιξαν? — — — — — — — — — — — — — — — — καθὼς ἐπέ]- | |
βαλλ[ε· ἔ]φ̣α̣σ̣α̣[ν δὲ Πριανεῖς — — — — — — — — — — — — — —] | |
τοῦτο τοῖ̣ς̣? [— — — — — — — — — — — — — — — — — — — —] | |
{²lacuna of 7-8 lines}² | |
65 | [— — — — — — — — — —]νον κα[ὶ — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — τ]ὸ Κάριον [— — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — —]ιγραψαν[τ— — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — —]ων ἀποφ[— — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — —]γεα, Ἐφεσ[ίους δὲ Κρεώφυλον καὶ Εὐάλκη — — — — — —] | |
70 | [— — — — — ἱστοριογρά]φους Σα[μίους μὲν Οὐλιάδην καὶ Ὀλύμπιχον καὶ Δοῦριν] |
[καὶ Εὐάγωνα, Χῖον δὲ Θε]ύπομπον [— — — — — — — — — — — — — — — — — —] | |
[— — — διότι ἔλαχον Σάμι]οι Φύγελ[α· — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — Κ]άριον κ[αὶ Δρυοῦσσαν, αἷς πολλοὶ τῶν συγγραφέων ἀν]- | |
[τιγράφοντι φάμενοι ψευδε]πιγρά[φους εἴμειν — — — — — — — — — — — — — —] | |
{²multiple blocks missing}² | |
87 | [— — — — — — — — — — — — ἐπὶ στεφαναφόρου Μακαρέως] |
N. cella wall.r. col.88 | [τοῦ μ]ετὰ Ἀθηναγόραν συμφυγεῖν εἰς τὸ Κ[άρι]ον φρουραρχοῦν- |
[τος ἑν]ὸς τῶν πολιτᾶν, καὶ τόν τε φρούραρ̣[χο]ν̣ καὶ τοὺς φύλα- | |
90 | [κας] διὰ τὸ αἱρεῖσθαι τὰ τοῦ τυράννου̣ πάντ̣ας διαφθε<ῖ>ραι· καὶ |
[ὑπὲ]ρ τούτων ἐπεδείκνυον ψάφισμ[α] τ̣ὸ ἀπο[στ]αλὲν ποτὶ | |
[αὐτ]οὺς ὑπὸ τῶν περὶ τὸν τύραννο[ν κ]αὶ τὰ ψαφίσματ̣α̣ τὰ | |
[ἀποστ]α̣λέντα πὸτ αὐτοὺς καθ’ ὃν καιρὸν ἦσαν ἐκπεπτ̣ω̣- | |
[κότες ὑ]πὸ τῶν περὶ τὸν τύραννον̣ καὶ συμπεφ[ευ]γότες | |
95 | εἰς τὸ Κάριον, ἃ ἦν ὑπὸ πλειόνων πολίων ἀπ̣ε̣[στα]λμένα· ἐπ[ε]- |
δείκνυον δὲ καὶ τ̣ὸ̣ ψάφισ̣μ̣α̣ ὃ ἔγραψαν ποτὶ τὸν δᾶμον τὸν | |
[Ῥ]οδίων, ἐόντες ἐν τῶι Κα̣ρ̣ί̣ω̣ι̣, ὑ̣πὲρ τοῦ καταγαγε[ῖ]ν αὐτοὺς εἰς | |
τὰν πόλιν, καὶ Πρι̣ανέων ποτὶ τοὺς βασιλ[εῖς Δη]μήτριόν τε καὶ | |
Λυσίμαχον ὑπὲρ αὐ̣τ̣ῶ̣ν̣ δύο [ψα]φ̣[ί]σμ̣[ατ]α̣, κα[ὶ] ἄλλο ψάφισμα | |
100 | παρὰ Ῥοδίων ὑπὲρ τοῦ κ̣α̣τ̣α̣λ̣ύσ̣ε[ιν το]ὺς περὶ [τὸν τ]ύραννον, καὶ ἄλ- |
λο ὑπὲρ ὅπλων δόσιος καὶ ποτὶ Ῥοδίους ὑπὲρ δανεισμοῦ | |
χρημάτων· ἔφασαν δὲ καταλυθείσ̣ας τᾶς τυραν- | |
ν̣ίδος, ἃ ἐγέ[νετο ἔτ]η τρ̣ία, κατελθόντε̣ς̣ ἐ̣κ̣ τοῦ Καρίου ἐς τὰμ | |
πόλιν ἐπὶ {ο} στ[εφα]ναφόρου Λύκου καὶ τὸ φρούριον ἔχειν καθὰ | |
105 | καὶ πρότερον̣ [κ]αὶ τ[ὰν] χ̣ώραν νέμεσθαι· καὶ μετ’ ἐνιαυτὸν |
ἐπὶ στεφαναφ̣[όρου Καλ]λιστράτου τᾶς ἀ̣πολειπομένας | |
[ἐν] τῶι τόπωι δ[αμοσίας χ]ώρας ἀπ[ο]δ̣ό̣σ̣θ̣[αι] μέρη τινὰ διελόν- | |
[τες εἰς κλά]ρους τριάκοντα ἑπτά, καὶ παρεδείκ[νυον] | |
[καὶ δύο? ἄ]λ̣λ̣α̣ ψαφίσματα ὑπάρχοντα ἐν τῶι ἱερ[ῶι περὶ] | |
110 | [τοῦ] λά̣χ̣ο̣[υς] τ̣ριάκοντα καὶ ἑπτὰ κλάρων· καὶ [ἐπὶ στεφανα]- |
φό[ρ]ου [․․․․․․․․․ ὅ]ς̣ ἐ̣σ̣τι ἀπὸ Καλλιστράτου πέμπτος, [ἀποδόσθαι] | |
[μέρη τινὰ διελόντες εἰ]ς ἄλλους κλάρους πέντε. ἔφα[σαν δὲ Σάμιοι] | |
[․․․․․․․ ὑπὸ Πριανέων τὸ Κ]ά̣ριον αὐτῶν παραιρῆσθαι καὶ [— — —] | |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․] ἀποστέλλοντες ποτὶ Λυ[σίμαχον] | |
115 | [․․․․․․․․․․․․․․․․․․․․․․․ τὸ] φρούριον αὐτῶν παραιρ[ῆσθαι] |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ τ]οῦ τυράννου κατ[— — — —] | |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ο̣ν ἀποστεῖλαι ποτ[ὶ — — —] | |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ πο]τὶ Λυσίμαχο[ν — — —] | |
{²twο blocks missing with ca. 17-18 lines}² | |
119 | [κ]αὶ ἐκπεσεῖν μὲν Καρσι[․․․․․․․․]οσια καὶ [— — — — — — — — — — — — — κατελθεῖν ἐπὶ στεφαναφό]- |
120 | ρου Λύκου ὅς ἐστι ἀπὸ Μακα̣ρέως τέταρτος· ποτὶ δὲ τὸν Λυσίμαχον ἀπ[οστ]εῖλαι ὑπὲρ̣ τ̣οῦ Βατινήτο[υ ἐπὶ στε]- |
φαναφόρου τοῦ θεοῦ τοῦ μ̣ετὰ Νίκανδρον ὅς ἐστι ἀπὸ Λύκου πεντε[και]δέκατος, καὶ ἀπὸ κήνου τοῦ χρόνου | |
ἐχόντων αὐτῶν καὶ τ̣ὸ̣ φ̣ρούρι̣ον καὶ τᾶς χώρας τᾶς περὶ τὸ φρούριον [πε]πρακότων κλάρους τεσσεράκοντα | |
καὶ δύο, οὐκ ἀγανακτῆσαι τοὺς Σαμίους οὐδ’ ἀποστεῖλαι ποτ’ αὐτοὺς π[ρ]εσβείαν ἐγκαλοῦντας ἐπὶ τοῖς διωι- | |
κημένοις, ἀλλὰ ἀμφισβασίας μὲν ποθ’ αὑτοὺς ἰδιωτικὰς γεγόνειν, [π]αρορίας το<ῖ>ς ἐκ το<ῦ> Καρίου οὐκ ἀμφεσ- | |
125 | βατήκειν τοὺς Σαμίους, ἀλλὰ τοὐναντίον ἐν τῶι ποτὶ Λυσίμαχον ἀ<π>ο<σ>[τ]αλέντι ψαφίσματι γεγράφθαι διότι |
Πριανεῖς ἔχοντι τὰν αὑτῶν χώραν· μετὰ δὲ τὰν ἀναφερομέναν [ἐπὶ τοῦ?] Λυσιμάχου κρίσιν γεγόνειν, δια- | |
γενομένων ἐτῶν πλειόνων̣, βασιλεύοντος Ἀντιόχου τοῦ Ἀντιόχου, [γε]ν̣ομένων περὶ αὐτοὺς καιρῶν δυσχε- | |
[ρ]ῶν, πέμψαι ποτ’ αὐτοὺς Σαμίους [πρέσβεις λέγοντας ὅτι] ἐν παρορία[ι] ἐνεκάλουν, ὑπὲρ δὲ Καρίου οὐθὲν | |
[εἰρηκέναι — — — — — — — — — — — — — — — — — — — —]θα περὶ [αὐτ]οὺς τὸν Λαοδίκειον πόλεμον, ἐν ὧι | |
130 | [— — — — — — — — — — — — — — — — — — — — πεμφθέν]τ[ος δὲ πο]τ’ αὐτοὺς ἐπιστάτα Σίμωνος ὃ[ν] |
{²twο blocks missing with ca. 17-18 lines}² | |
131 | Σάμου π̣αρε․[․․․․]ατον δὲ καὶ καθ’ ὃν και̣ρὸν [— — — — — — — — — — — — — — — — — — — —] |
ἐπιστολὰς ὑπὸ Ἁγησάρχου ἐν αἷς ὑπὲρ μὲν ἰδιωτ̣[ικᾶν ἀμφισβασιᾶν ἐλέγετο, ὑπὲρ δὲ τοῦ Καρίου] | |
καὶ τᾶς περὶ τὸ Κάριον χώρας οὐθεὶς ἀμφεσβάτει· [νῦν δὲ τοὺς Σαμίους ἀποστεῖλαι ποτὶ τὸν δᾶμον] | |
τὸν Ῥοδίων ἐγκαλοῦντας ὅτι χώρας τε πλῆθ̣ο̣[ς νέμοιντο Πριανεῖς παρὰ τὸ δίκα]ιον [καὶ μάλιστα τὸ] | |
135 | Κάριον ὑπὲρ οὗ νῦν διακρίνεσθαι· οἱ δὲ Σάμιοι τὰ̣ τ̣ε[κμήρια τὰ παρὰ τῶν ἱστ]ο[ρι]ο[γράφ]ω̣ν̣ [εἰσαγ]ήσαντο |
καθὰ καὶ ἐπὶ τᾶς κρίσιος τᾶς ὑπὲρ τοῦ Βατινήτου, ἀπο̣[φαίνοντες? καὶ π]ει̣ρ̣ο̣ύ̣[μενοι] δ̣ε̣ι̣κνύειν διότι | |
τὸ Κάριον καὶ ἁ περὶ τοῦτο χώρα αὐτοῖς ἐ̣π̣ικλα[ρωθείη, καὶ καθ’ ὃν καιρ]ὸν διαιροῦντο τὰν τῶν Μελιέων | |
χώραν λαχεῖν αὐτοὶ Κάριον καὶ Δρυοῦσσαν κατὰ τὰ [περὶ τούτων? ἐν ταῖς ἐ]π̣ιγραφομέναις Μαιανδρίου τοῦ Μι- | |
λησίου ἱστορίαις κατακεχωρισμένα, διότι λάχο̣ιε̣[ν Σάμιοι Κάριον καὶ Δρ]υοῦσσαν· μετά τε τὰν παράτ̣α̣ξ̣ι̣ν̣ | |
140 | τὰν γενομέναν αὐτοῖς ποτὶ Πριανεῖς ἐπὶ Δρυῒ καὶ νίκας κρίσιν ἔ̣χ̣ειν, [καὶ] ταύταν τὰ̣ν̣ χώραν ἐν ταῖς συ̣νθήκαις |
αὐτῶν γενέσθαι· ὁρίξασθαι γὰρ ποτ’ αὐτοὺς ὡς ὑδάτων ῥοαί· καὶ παρ̣[είχ]οντο ἱστοριογράφους τοὺς μαρτυ- | |
ροῦντας αὐ̣[τοῖς], ὅ̣τι μὲν τὸ Kάριον ἔλαχον μετὰ τὸν Μελιακὸν πόλ[εμον], Μαιάνδριον, ὅτι διωρίξαντο ποτὶ τοὺς | |
Πρια{ι}νε[ῖς {²⁶Πριανεῖς}²⁶ ὡς ὑδάτ]ων ῥοαί, Ε̣ὐάγωνά τε καὶ Ὀλύμπιχον κ[αὶ] Δ̣οῦριν· [vac. τὸ] δὲ Κάριον ἔφασαν [ἐὸ]ν αὐτῶν κατα- | |
λαβέσθαι Πριανε[ῖς τ]ο̣[ὺς ἐκπ]εσόντας ὑπ[ὸ] τ̣[οῦ Ἱέρωνος τοῦ προσποιησαμένου τὰν τυραννίδα καὶ τῶν περὶ αὐτόν], | |
145 | ἐξ οὗ ὁρμουμένους κατατρέχειν καὶ κακοποιεῖν τόν τε Ἱέρ̣[ωνα καὶ τοὺς τὰ α]ὐ̣τὰ τῶι Ἱέρωνι αἱρε[υμένους, καὶ κα]- |
τασχόντας ἔτη τρία κατελθεῖν εἰς τὰμ πόλιν ἐκπολιορκηθέντος τοῦ τυράννου τοῦ ἐν τᾶ̣ι [πόλει· καὶ] | |
μηκέτι προέσθαι Πριανεῖς, ἀλλ’ [ἔχ]ειν ἔστε καὶ τὸν νῦν χρόνον [τοὺς ἐκγόν]ους αὐτῶν· τᾶς δὲ χώ̣[ρας τᾶς περὶ αὐ]- | |
τὸ ἄρξασθαι αὐτοὺς ἐπιβαίνειν καθ’ ὃν καιρὸν κατελθόντες [εἰς τὰμ πόλιν ἐπύθοντ]ο δοκιμασίαν πεποι[ῆσ]- | |
θαι πάντας Σαμίους καὶ ἀπογραφὰν τᾶς τε ἐν τᾶι νάσωι καὶ τᾶς [ἐ]ν τ̣ᾶ̣ι̣ π[ε]ρα[ίαι γᾶς, καὶ μὴ ἂν] γενέσ̣[θαι ποτ’ αὐ]- | |
150 | τοὺς ἀμφισβασίας διὰ τὸ ἐκ πλείονος χρόνου τὰν ἀπογραφὰν ποιεῖσθαι· λαβομ[ένους δὲ Πρια]νεῖς ἐπεμβαί- |
νειν τᾶς χώρας αὐτῶν· ὅθεν ὤιοντο δεῖν ἀποδοθήμειν τὸν ἐξ ἀρχᾶς μὲν ἴδι[ον] αὐ̣τ̣ῶ̣[ν γενόμεν]ον κλᾶρον̣, | |
ὕστερον δὲ παραιρεθέντα ὑπὸ Πριανέων. ἁμὲς δὲ θεωροῦντες τοὺς γράψαντας τὸ[μ πόλεμον τὸμ] Μ̣ε̣λ̣ι̣α- | |
κὸν καὶ τὰν διαίρεσιν τᾶς χώρας τοὺς μὲν ἄλλους πάντας φαμένους ἐκ τᾶς διαιρέ̣σ̣ι̣ος λ̣[αχ]ό[ντας Σαμίους] | |
Φύγελα, καίπερ ὄντας τέσσερας μὲν Σαμίους, Οὐλιάδην καὶ Ὀλύμπιχον καὶ Δοῦριν καὶ Εὐάγωνα, δύο δὲ Ἐφεσίους, | |
155 | Κρεώφυλον καὶ Εὐάλκη, Χῖον δὲ Θεύπομπον, οὓς πάντας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν κατακεχωρικότας διότι ἔλαχον Σά̣μιο̣[ι] |
Φύγελα· μόνον δὲ ἐν ταῖς ἐπιγεγραμμέναις Μαιανδρίου τοῦ Μιλησίου ἱστορίαις κατακεχωρισμένον διότι ἔλαχον | |
Σάμιοι Κάριον καὶ Δρυοῦσσαν, αἷς πολλοὶ τῶν συγγραφέων ἀντιγράφοντι φάμενοι ψ[ευδε]πιγράφους εἴμειν· | |
{²two blocks missing with ca. 22-23 lines}² | |
158 | [— — — — — — — — — — — — — — — — — — — — — —] τ̣ὰ̣ς οὐσία̣ς̣ [αὐτῶν?] καταγαγεῖν εἰς τὰμ πό[λιν] |
[— — — — — — — — — — — — — — — — — — — ποτ]ὶ τὸν γενόμενον διάδοχον τᾶς βασιλείας Φί- | |
160 | [λιππον — — — — — — — — — — — — — — — — — ἀ]ποδόμειν τὰν χώραν ἃν ἔχοντες ἐξέπεσον ὑ- |
[πὸ — — — — — — — — — — — — — — — — — — κατελ]θόντες δὲ εἰς τὰν πόλιν νέμεσθαι τὰν χώ- | |
[ραν — — — — — — — — — — — — — — — — — — — ἐπ]ι̣βαίνοντας τᾶς χώρας τᾶς ὁμορούσας αὐ- | |
[τοῖς? — — — — — — — — — — — — — — — — — — — — ἐ]πὶ τᾶς Ἀντιγόνου βασιλείας, ὅθεν καὶ Α- | |
[— — — — — — — — — — — — — — — — — — — ἀμφισβατ]οῦντας τοῖς Πριανεῦσι διότι παρορίζον- | |
165 | [ται — — — — — — — — — — — — — — — — — — — ἀγανακτ]ῆσαι καὶ ἀποστεῖλ̣αι πρεσβείαν ποτὶ Ἀντί- |
[οχον — — — — — — — — — — — — — — — — — — — — — —] τ̣ε παρορίζεσθαι αὐτῶν καὶ τὰν ἐν τῶι | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]γ̣ράψαι ποτ’ αὐτοὺς διότι κρίνει ΕΠΙΜΕΝ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — Ἀλεξά]νδρου διαβάντος εἰς τὰν Ἀσίαν ἐνέμον- | |
[το — — — — — — — — — — — — — — — — — — — — — — — —]ρ̣ τοὺς πρεσβευτὰ{ι}ς {²⁶πρεσβευτὰς}²⁶ τοὺς παρὰ τῶν Σαμί- | |
170 | [ων — — — — — — — — — — — — — — — — — — — — — — — ἐνέμοντ]ο [τα]ύ̣τ̣αν τὰν χώραν ἃν καὶ ἐπ’ Ἀντ[ι]- |
[γόνου — — — — —— — — — — — — — — — — — — — — — — ἐν ταῖς ἐπιστολαῖς] ταῖς βασιλικαῖς εὑρε- | |
[θ— — — — — — — — — — — — — — — — — ποτὶ Λυσίμα]χον τὸμ βασιλῆ ὑπὲρ τ̣ᾶς κρίσιος [τᾶς ὑπὲρ τοῦ] | |
[Βατινήτου — — — — — — — — — — — — — — — — μ]ν̣αμονεύοντας καὶ πά[λ]ιν ἐπ’ Ἀντιόχου τοῦ βασιλέως | |
[— — — — — — — — — — — — — — — — — — — — — ὑπὲ]ρ τοῦ παρορίζεσθαι τὰγ χώραν, ὑπὲρ τοῦ φρουρίου οὐθ[ὲ]ν | |
175 | [εἰρηκότας — — — — — — — — — — — — — — ποτὶ Ἀν]τ̣ίοχον τὸν ὑπὸ βασιλέως Πτολεμαίου τεταγμένον |
[ἐπὶ — — — — — — — — — — — — — — — ὑπὲρ τοῦ φρουρί]ου οὐθὲν εἰρηκότας· καὶ διὰ τὰς ἄλλας αἰτίας τὰς κατα- | |
[κεχωρισμένας — — — — — — — — — — — — — — — — — —] ἀφ’ οὗ τὰμ πόλιν οἰκοῦντι παραδεικνύντας ὅτι καὶ τὸ φρούριον | |
[καὶ ἁ περὶ τὸ φρούριον χώρα — — — — — — — — — — — π]άντα δίκαια τὰ εἰρημένα ὑπὸ Πριανέων καὶ κατακεχ[ωρισμέ]- | |
[να — — — — — — — ἐκρίναμεν τὸ φρούριον καὶ τὰν περὶ] τ̣ὸ φρούριον χώραν εἴμειν Πριανέων [— — — — — — — — —] | |
180 | ὅρους δὲ ἀπεδείξαμεν τᾶς τε Σαμίας καὶ Πριανίδος χώρας ἀρχόμενοι, ὡς μὲ̣ν̣ Σ̣άμιοι ποτα̣γ̣ορεύοντι, ἀπὸ τῶν |
κατὰ Σανιδειαν τόπων, ὡς δὲ Πριανεῖς, ἀπὸ Θινίχου πάγου, τὸν πρᾶτ̣ον λόφον τ̣ὸν π̣ετρώδη τὸν ὑπερκεί̣- | |
μενον ὑπὲρ τὰ ἐργάσιμα, ἐφ’ οὗ καὶ ὅρον ἐπεκολάψαμεν· ἐφ’ οὗ ἀνατείνει ἁ ἐκ τοῦ παρακειμένου ποταμοῦ | |
φάραγξ ἁ ἀναφέρουσα παρὰ τὰ ἐργάσιμα· ἇς μετ̣αξὺ καὶ τοῦ προγεγραμμένου λόφου ἄλλον ὅρον ἐπὶ πέτρας | |
ἐπεκολάψαμεν, ὥστε τὰ μὲν ὑπὸ τὸν λόφον καὶ τὰμ φάραγγα καὶ τοὺς ἐπικολαφθέντας ὅρους εἴμειν Σαμίων, | |
185 | τὰ δὲ ὑπὲρ τὸν λόφον καὶ τὰν φάραγγα καὶ τοὺς ἐπικολαφθ̣έντας ὅρους — εἴμειν Πριανέων· ἀπὸ δὲ τοῦ λόφου τοῦ |
πράτου ἀποδειχθέντος ὅς ἐστι ὑψηλότατος ἄλλον̣ ὅρον ἐπεκολάψαμεν ἐν τῶι καταλήγοντι τοῦ λόφου· ἀπὸ δὲ τούτου | |
ἐπ’ εὐθείας ἄλλον ἐθήκαμεν ὅρον· ἀπὸ δὲ τούτου ἐπ’ εὐθείας πάλιν ἐθήκαμεν ὅρον· ἀπὸ δὲ τούτων ἐπ’ εὐθεία̣ς ἁ̣ φ̣άραγξ | |
ὁρίζει ἔστε τὸν ὅρον ὃν ἐθήκαμεν παρὰ τὰν̣ φάραγγα· ἀπὸ δὲ τούτου ἀναβαίνουσι ποτὶ τὸν πετρῶνα ἄλλον ὅ̣ρον | |
ἐπεκ̣ολάψαμεν εἰς τὸν πέτρον· ἀπὸ δὲ τ̣ούτου ἐν τῶι πετρῶ̣νι ἄλλον ὅρον ἐπεκολά̣ψαμεν· ἀπὸ δὲ τούτου ὡς | |
190 | παραφέρει παρὰ τὸν βουνὸν εἰς τὸ ἀπολῆγον αὐτοῦ ὅρους ἐπεκολά̣ψαμεν· ἀπὸ δὲ τῶν ἐγκολαπτῶ̣ν ὅρων εἰς τὸν ἀπέ- |
ναντι βουνὸν τὸν λεπρὸν ἐθήκαμεν ὅρον καὶ ἀπὸ τούτου παρὰ τὸν βουνὸν ἔστε κ̣αὶ τὰν φάραγγα ἐ̣θήκαμεν ἄλλον ὅρον· ἀπὸ | |
δὲ τούτου [καὶ παρὰ ταύ]ταν κατέν̣α̣ν̣τι τοῦ ὄρευς διαβάντων τὸν π̣οταμὸν ἄλλον ἐθή̣καμεν ὅρον· ἀπὸ δὲ τούτου ἐπιστ̣ρέψαν- | |
[τες — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
{²one to three blocks missing}² | |