Rhodian arbitration of a territorial dispute between Priene and Samos.  Temple of Athena; blocks belonging to the northeast anta and northern wall of the cella.
[ ] Ionia — Priene — Sanct. of Athena — 196-191 BC — GIBM III (1890) 403; 409a — IvPriene (1906) 37; 38.5 w. p. 309 — SEG 58.1348
See also:
NE anta.l. col.1          Πριηνέω[ν καὶ Σ]αμίων
Εὐφανίσκος Καλλ̣ιξείνου καθ’ ὑοθ̣[ε]-
σίαν δὲ Νικασιδάμου, Ἁγήσανδρο[ς]
Ε̣ὐδάμου, Τιμαγόρας Πολεμακλεῦς, [Νι]-
5 κόστρατος Τεισύ[λου, ․․․․α]νδρος Ἑκ̣[α]-
τωνύμου αἱρεθέν[τες ὑπὸ το]ῦ δά[μου]
τοῦ Ῥοδίω̣[ν δικάσαι περὶ τᾶ]ς̣ χώρα̣ς ὑπὲρ
ἇς ἀ̣μ̣[φισβατοῦντι Σάμι]οι ποτὶ Πριανε̣[ῖς κ]α̣ὶ Πρι-
[ανε․․․․․․․․]ο̣υ̣ς̣ καὶ τοῦ φρουρίου ὃ καλεῖ[τ]αι Κ̣[ά]-
10 ριον ὑπὲρ οὗ ἀμφισβατοῦντι Σάμιοι καὶ Πριανεῖς,
ἀξιωθέντος̣ τοῦ δάμου ὑπὸ Σαμίων καὶ Πριανέ-
ων ἄνδρας ἀ̣ποδεῖξαι, οἵτινες κρινοῦντι καὶ ὁρι-
ξοῦντι καὶ ἀ̣ποφανοῦνται ἢ συλλυσοῦντι· δικαιολο-
γησα̣[μένω]ν τῶν αἱρεθέντων ὑπὸ μὲν Σαμίων
                {²lacuna of five lines}²
15 [— — — — — — — — — — — — — — — — — —]ΣΩ[․․․․]Ι̣
[․․․]θίων̣ο̣ς̣ [․․․․․․․ ὑπὸ δὲ Πριανέων] Ἀ̣πολλοδώρου
[το]ῦ̣ Ποσ̣ε̣[ιδωνίου φύσει δὲ Ἀρτεμ]ιδώρου, Καλλι-
κράτευς τοῦ Ἀπολλωνίου, Παρρασίου τοῦ Παρρασίου̣,
Μητροδώρου τοῦ Ἀριστοδήμου, Ἀλκισθένευς τοῦ̣
20 Ἀνύτου· vac. καὶ διακούσαντες αὐτῶν ἔν τε Ῥόδωι ἐν
τῶι ἱερῶι τοῦ Διονύσου καὶ ἐπὶ τᾶς χώρας τᾶς ἀμφισβα̣-
[τουμέ]νας ἐφ’ ἃν ἐπάγαγον ἁμὲ ἑκάτεροι καὶ ἐπὶ τοῦ
[φρουρί]ου ὃ καλεῖται Κάριον καὶ ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι
[τᾶς Ἀρτέμι]δος, ἐπο̣[ιησάμεθα τὰν] κ̣ρίσιν κατὰ τὰ ὑ̣φ̣’
25 [ἁμῶν ἐφε]ω̣ραμ̣έ̣[να — — — — ἐκρί]ναμ̣ε̣ν̣ ․․․[․․․]
[τὸ φρούριον ὃ κα]λεῖται Κάριον κα[ὶ τ]ὰμ [περὶ]
[αὐτὸ χώ]ραν ἐπείμειν Πριανέων· τὰν δὲ ἀπόφα[σιν]
[δόν]τες ὑπὲρ τούτων καὶ ποιήσαντες ἀντίγραφα
[δύο] ἐ̣δώκαμεν τὸ μὲν ἓν τοῖς πρυτάνεσι τοῖς Σαμίων̣
30 Πρωτομάχωι Τρίτωνος, Σιμαλίωνι Εὐφράνορος, Θεο-
μνήστωι Ἰσοκράτευς, Ἡγεπόλει Ἀντιπάππου, Λυσιμά-
χωι Διονυσίου, καὶ τῶι γραμματεῖ τᾶς βουλᾶς Μενίπ-
[π]ωι Κλέωνος, ὡ̣ς μὲν Ῥόδιοι ἄγοντι ἐπ’ ἰερέως Πρ̣ατο-
[φάνευς, μηνὸς Πανάμου ἐνάται ἐπὶ δέκα?, ὡς δὲ Σάμιοι]
35 [ἄγοντι ἐπὶ δαμιουργοῦ — — — μηνὸς — — — — — — —]
[— — — — — τὸ δὲ ἄλλο ἐδώκαμεν τοῖς — — — — — —]
[τοῖς Πριανέων — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
38 ου τοῦ Φιλοτίμου καὶ Λυκίππωι Ἀντιόχου [— — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
40 [․ Ἀ]πολλοδώρου, Εὐφά[νει] Ἀρτεμιδώρου, Διο[κλεῖ καὶ Ἀ]-
[π]ολλοδώρωι Ποσειδωνίου, Σωτ[— — — — — — Φι]-
[λ]ώται̣ Παμένο<υ>, ὡς μὲν Ῥόδιοι ἄγοντι μηνὸς
Πανάμου ἐνάται [ἐπὶ δέκα?], ὡς δὲ Πριανεῖς ΥΠΟ
ΛΩΝΟΣ[․․]ΟΝ[— — — — ἔφασαν δὲ Σάμιοι τὰν χώραν]
45 τὰν Βατι[νῆτιν — — — — — — — — — — — — — — — —]
[․․․․․] τοὺς δ[— — — — — — — — — — — — — — —]
Πριαν[εῖ]ς μετὰ Μελι̣έ̣[ων — — — — — — — — — — —]
μιαν ἔ̣[χειν], στάσιος δὲ γε[νομένας — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
50 [— — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
49 [․․․․․]Ι[— — — — — — — — — — — — — — — — —]
49a [․․․․․]ΓΟ[— — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
50 τοὺς [— — — — — — — — — — — — — — — — Μιλη?]-
σίους [— — — — — — — — — — — — — — — — — —]
νος Κ̣[— — — — — — — — — — — — — — — — — —]
               {²three blocks missing with ca. 29 lines}²
[— — — — — — — — — — — — — — — — — — οἱ δὲ Σάμιοι ἔλε]-
53 [γον διότι ἔλαχον] Κάριον καὶ Δρυοῦ[σσαν καὶ ἐπε]δείκν̣[υον ἐν]
[ταῖς Μαιανδρ]ίου τοῦ Μιλησίου ἱστο[ρίαις κατακε]χωρισμ̣[ένον]
55 [διότι καὶ ἁ] λοιπὰ χώρα ἁ Μελιὰς [— — — — — —]ῦ αὐτοῖς ἐ[— —]
[․․․․ μ]ετὰ τὸμ πόλεμον τὸμ Με[λιακὸν — — —]σθαι αὐτα[— —]
[․․․․․] παρὰ μὲν Μιλησίων ΑΙ[— — — — — τοῖ]ς αὐτοῖς Θή[βας]
[καὶ Μ]αραθήσιον, καθὼ[ς — — — — — — — — —]ον ὑπὲρ αὐ[τῶν]
[— —] Πανιωνίοις [— — — — — — — — — — παρὰ] δὲ Κολοφωνίω[ν]
60 Ἄναια [— — — — — — — — — — — — — — — — — — — — — — —]
ὑπὲρ τ̣[— — — — — — — — — — — — — — — — — — — — — — —]
ἐνεφ[άνιξαν? — — — — — — — — — — — — — — — — καθὼς ἐπέ]-
βαλλ[ε· ἔ]φ̣α̣σ̣α̣[ν δὲ Πριανεῖς — — — — — — — — — — — — — —]
τοῦτο τοῖ̣ς̣? [— — — — — — — — — — — — — — — — — — — —]
                                     {²lacuna of 7-8 lines}²
65 [— — — — — — — — — —]νον κα[ὶ — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — τ]ὸ Κάριον [— — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — —]ιγραψαν[τ— — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — —]ων ἀποφ[— — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — —]γεα, Ἐφεσ[ίους δὲ Κρεώφυλον καὶ Εὐάλκη — — — — — —]
70 [— — — — — ἱστοριογρά]φους Σα[μίους μὲν Οὐλιάδην καὶ Ὀλύμπιχον καὶ Δοῦριν]
[καὶ Εὐάγωνα, Χῖον δὲ Θε]ύπομπον [— — — — — — — — — — — — — — — — — —]
[— — — διότι ἔλαχον Σάμι]οι Φύγελ[α· — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — Κ]άριον κ[αὶ Δρυοῦσσαν, αἷς πολλοὶ τῶν συγγραφέων ἀν]-
[τιγράφοντι φάμενοι ψευδε]πιγρά[φους εἴμειν — — — — — — — — — — — — — —]
                                     {²multiple blocks missing}²
87 [— — — — — — — — — — — — ἐπὶ στεφαναφόρου Μακαρέως]
N. cella wall.r. col.88 [τοῦ μ]ετὰ Ἀθηναγόραν συμφυγεῖν εἰς τὸ Κ[άρι]ον φρουραρχοῦν-
[τος ἑν]ὸς τῶν πολιτᾶν, καὶ τόν τε φρούραρ̣[χο]ν̣ καὶ τοὺς φύλα-
90 [κας] διὰ τὸ αἱρεῖσθαι τὰ τοῦ τυράννου̣ πάντ̣ας διαφθε<ῖ>ραι· καὶ
[ὑπὲ]ρ τούτων ἐπεδείκνυον ψάφισμ[α] τ̣ὸ ἀπο[στ]αλὲν ποτὶ
[αὐτ]οὺς ὑπὸ τῶν περὶ τὸν τύραννο[ν κ]αὶ τὰ ψαφίσματ̣α̣ τὰ
[ἀποστ]α̣λέντα πὸτ αὐτοὺς καθ’ ὃν καιρὸν ἦσαν ἐκπεπτ̣ω̣-
[κότες ὑ]πὸ τῶν περὶ τὸν τύραννον̣ καὶ συμπεφ[ευ]γότες
95 εἰς τὸ Κάριον, ἃ ἦν ὑπὸ πλειόνων πολίων ἀπ̣ε̣[στα]λμένα· ἐπ[ε]-
δείκνυον δὲ καὶ τ̣ὸ̣ ψάφισ̣μ̣α̣ ὃ ἔγραψαν ποτὶ τὸν δᾶμον τὸν
[Ῥ]οδίων, ἐόντες ἐν τῶι Κα̣ρ̣ί̣ω̣ι̣, ὑ̣πὲρ τοῦ καταγαγε[ῖ]ν αὐτοὺς εἰς
τὰν πόλιν, καὶ Πρι̣ανέων ποτὶ τοὺς βασιλ[εῖς Δη]μήτριόν τε καὶ
Λυσίμαχον ὑπὲρ αὐ̣τ̣ῶ̣ν̣ δύο [ψα]φ̣[ί]σμ̣[ατ]α̣, κα[ὶ] ἄλλο ψάφισμα
100 παρὰ Ῥοδίων ὑπὲρ τοῦ κ̣α̣τ̣α̣λ̣ύσ̣ε[ιν το]ὺς περὶ [τὸν τ]ύραννον, καὶ ἄλ-
λο ὑπὲρ ὅπλων δόσιος καὶ ποτὶ Ῥοδίους ὑπὲρ δανεισμοῦ
χρημάτων· ἔφασαν δὲ καταλυθείσ̣ας τᾶς τυραν-
ν̣ίδος, ἃ ἐγέ[νετο ἔτ]η τρ̣ία, κατελθόντε̣ς̣ ἐ̣κ̣ τοῦ Καρίου ἐς τὰμ
πόλιν ἐπὶ {ο} στ[εφα]ναφόρου Λύκου καὶ τὸ φρούριον ἔχειν καθὰ
105 καὶ πρότερον̣ [κ]αὶ τ[ὰν] χ̣ώραν νέμεσθαι· καὶ μετ’ ἐνιαυτὸν
ἐπὶ στεφαναφ̣[όρου Καλ]λιστράτου τᾶς ἀ̣πολειπομένας
[ἐν] τῶι τόπωι δ[αμοσίας χ]ώρας ἀπ[ο]δ̣ό̣σ̣θ̣[αι] μέρη τινὰ διελόν-
[τες εἰς κλά]ρους τριάκοντα ἑπτά, καὶ παρεδείκ[νυον]
[καὶ δύο? ἄ]λ̣λ̣α̣ ψαφίσματα ὑπάρχοντα ἐν τῶι ἱερ[ῶι περὶ]
110 [τοῦ] λά̣χ̣ο̣[υς] τ̣ριάκοντα καὶ ἑπτὰ κλάρων· καὶ [ἐπὶ στεφανα]-
φό[ρ]ου [․․․․․․․․․ ὅ]ς̣ ἐ̣σ̣τι ἀπὸ Καλλιστράτου πέμπτος, [ἀποδόσθαι]
[μέρη τινὰ διελόντες εἰ]ς ἄλλους κλάρους πέντε.  ἔφα[σαν δὲ Σάμιοι]
[․․․․․․․ ὑπὸ Πριανέων τὸ Κ]ά̣ριον αὐτῶν παραιρῆσθαι καὶ [— — —]
[․․․․․․․․․․․․․․․․․․․․․․․․․] ἀποστέλλοντες ποτὶ Λυ[σίμαχον]
115 [․․․․․․․․․․․․․․․․․․․․․․․ τὸ] φρούριον αὐτῶν παραιρ[ῆσθαι]
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ τ]οῦ τυράννου κατ[— — — —]
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ο̣ν ἀποστεῖλαι ποτ[ὶ — — —]
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ πο]τὶ Λυσίμαχο[ν — — —]
                                           {²twο blocks missing with ca. 17-18 lines}²
119 [κ]αὶ ἐκπεσεῖν μὲν Καρσι[․․․․․․․․]οσια καὶ [— — — — — — — — — — — — — κατελθεῖν ἐπὶ στεφαναφό]-
120 ρου Λύκου ὅς ἐστι ἀπὸ Μακα̣ρέως τέταρτος· ποτὶ δὲ τὸν Λυσίμαχον ἀπ[οστ]εῖλαι ὑπὲρ̣ τ̣οῦ Βατινήτο[υ ἐπὶ στε]-
φαναφόρου τοῦ θεοῦ τοῦ μ̣ετὰ Νίκανδρον ὅς ἐστι ἀπὸ Λύκου πεντε[και]δέκατος, καὶ ἀπὸ κήνου τοῦ χρόνου
ἐχόντων αὐτῶν καὶ τ̣ὸ̣ φ̣ρούρι̣ον καὶ τᾶς χώρας τᾶς περὶ τὸ φρούριον [πε]πρακότων κλάρους τεσσεράκοντα
καὶ δύο, οὐκ ἀγανακτῆσαι τοὺς Σαμίους οὐδ’ ἀποστεῖλαι ποτ’ αὐτοὺς π[ρ]εσβείαν ἐγκαλοῦντας ἐπὶ τοῖς διωι-
κημένοις, ἀλλὰ ἀμφισβασίας μὲν ποθ’ αὑτοὺς ἰδιωτικὰς γεγόνειν, [π]αρορίας το<ῖ>ς ἐκ το<ῦ> Καρίου οὐκ ἀμφεσ-
125 βατήκειν τοὺς Σαμίους, ἀλλὰ τοὐναντίον ἐν τῶι ποτὶ Λυσίμαχον ἀ<π>ο<σ>[τ]αλέντι ψαφίσματι γεγράφθαι διότι
Πριανεῖς ἔχοντι τὰν αὑτῶν χώραν· μετὰ δὲ τὰν ἀναφερομέναν [ἐπὶ τοῦ?] Λυσιμάχου κρίσιν γεγόνειν, δια-
γενομένων ἐτῶν πλειόνων̣, βασιλεύοντος Ἀντιόχου τοῦ Ἀντιόχου, [γε]ν̣ομένων περὶ αὐτοὺς καιρῶν δυσχε-
[ρ]ῶν, πέμψαι ποτ’ αὐτοὺς Σαμίους [πρέσβεις λέγοντας ὅτι] ἐν παρορία[ι] ἐνεκάλουν, ὑπὲρ δὲ Καρίου οὐθὲν
[εἰρηκέναι — — — — — — — — — — — — — — — — — — — —]θα περὶ [αὐτ]οὺς τὸν Λαοδίκειον πόλεμον, ἐν ὧι
130 [— — — — — — — — — — — — — — — — — — — — πεμφθέν]τ[ος δὲ πο]τ’ αὐτοὺς ἐπιστάτα Σίμωνος ὃ[ν]
                                            {²twο blocks missing with ca. 17-18 lines}²
131 Σάμου π̣αρε․[․․․․]ατον δὲ καὶ καθ’ ὃν και̣ρὸν [— — — — — — — — — — — — — — — — — — — —]
ἐπιστολὰς ὑπὸ Ἁγησάρχου ἐν αἷς ὑπὲρ μὲν ἰδιωτ̣[ικᾶν ἀμφισβασιᾶν ἐλέγετο, ὑπὲρ δὲ τοῦ Καρίου]
καὶ τᾶς περὶ τὸ Κάριον χώρας οὐθεὶς ἀμφεσβάτει· [νῦν δὲ τοὺς Σαμίους ἀποστεῖλαι ποτὶ τὸν δᾶμον]
τὸν Ῥοδίων ἐγκαλοῦντας ὅτι χώρας τε πλῆθ̣ο̣[ς νέμοιντο Πριανεῖς παρὰ τὸ δίκα]ιον [καὶ μάλιστα τὸ]
135 Κάριον ὑπὲρ οὗ νῦν διακρίνεσθαι· οἱ δὲ Σάμιοι τὰ̣ τ̣ε[κμήρια τὰ παρὰ τῶν ἱστ]ο[ρι]ο[γράφ]ω̣ν̣ [εἰσαγ]ήσαντο
καθὰ καὶ ἐπὶ τᾶς κρίσιος τᾶς ὑπὲρ τοῦ Βατινήτου, ἀπο̣[φαίνοντες? καὶ π]ει̣ρ̣ο̣ύ̣[μενοι] δ̣ε̣ι̣κνύειν διότι
τὸ Κάριον καὶ ἁ περὶ τοῦτο χώρα αὐτοῖς ἐ̣π̣ικλα[ρωθείη, καὶ καθ’ ὃν καιρ]ὸν διαιροῦντο τὰν τῶν Μελιέων
χώραν λαχεῖν αὐτοὶ Κάριον καὶ Δρυοῦσσαν κατὰ τὰ [περὶ τούτων? ἐν ταῖς ἐ]π̣ιγραφομέναις Μαιανδρίου τοῦ Μι-
λησίου ἱστορίαις κατακεχωρισμένα, διότι λάχο̣ιε̣[ν Σάμιοι Κάριον καὶ Δρ]υοῦσσαν· μετά τε τὰν παράτ̣α̣ξ̣ι̣ν̣
140 τὰν γενομέναν αὐτοῖς ποτὶ Πριανεῖς ἐπὶ Δρυῒ καὶ νίκας κρίσιν ἔ̣χ̣ειν, [καὶ] ταύταν τὰ̣ν̣ χώραν ἐν ταῖς συ̣νθήκαις
αὐτῶν γενέσθαι· ὁρίξασθαι γὰρ ποτ’ αὐτοὺς ὡς ὑδάτων ῥοαί· καὶ παρ̣[είχ]οντο ἱστοριογράφους τοὺς μαρτυ-
ροῦντας αὐ̣[τοῖς], ὅ̣τι μὲν τὸ Kάριον ἔλαχον μετὰ τὸν Μελιακὸν πόλ[εμον], Μαιάνδριον, ὅτι διωρίξαντο ποτὶ τοὺς
Πρια{ι}νε[ῖς {²⁶Πριανεῖς}²⁶ ὡς ὑδάτ]ων ῥοαί, Ε̣ὐάγωνά τε καὶ Ὀλύμπιχον κ[αὶ] Δ̣οῦριν· [vac. τὸ] δὲ Κάριον ἔφασαν [ἐὸ]ν αὐτῶν κατα-
λαβέσθαι Πριανε[ῖς τ]ο̣[ὺς ἐκπ]εσόντας ὑπ[ὸ] τ̣[οῦ Ἱέρωνος τοῦ προσποιησαμένου τὰν τυραννίδα καὶ τῶν περὶ αὐτόν],
145 ἐξ οὗ ὁρμουμένους κατατρέχειν καὶ κακοποιεῖν τόν τε Ἱέρ̣[ωνα καὶ τοὺς τὰ α]ὐ̣τὰ τῶι Ἱέρωνι αἱρε[υμένους, καὶ κα]-
τασχόντας ἔτη τρία κατελθεῖν εἰς τὰμ πόλιν ἐκπολιορκηθέντος τοῦ τυράννου τοῦ ἐν τᾶ̣ι [πόλει· καὶ]
μηκέτι προέσθαι Πριανεῖς, ἀλλ’ [ἔχ]ειν ἔστε καὶ τὸν νῦν χρόνον [τοὺς ἐκγόν]ους αὐτῶν· τᾶς δὲ χώ̣[ρας τᾶς περὶ αὐ]-
τὸ ἄρξασθαι αὐτοὺς ἐπιβαίνειν καθ’ ὃν καιρὸν κατελθόντες [εἰς τὰμ πόλιν ἐπύθοντ]ο δοκιμασίαν πεποι[ῆσ]-
θαι πάντας Σαμίους καὶ ἀπογραφὰν τᾶς τε ἐν τᾶι νάσωι καὶ τᾶς [ἐ]ν τ̣ᾶ̣ι̣ π[ε]ρα[ίαι γᾶς, καὶ μὴ ἂν] γενέσ̣[θαι ποτ’ αὐ]-
150 τοὺς ἀμφισβασίας διὰ τὸ ἐκ πλείονος χρόνου τὰν ἀπογραφὰν ποιεῖσθαι· λαβομ[ένους δὲ Πρια]νεῖς ἐπεμβαί-
νειν τᾶς χώρας αὐτῶν· ὅθεν ὤιοντο δεῖν ἀποδοθήμειν τὸν ἐξ ἀρχᾶς μὲν ἴδι[ον] αὐ̣τ̣ῶ̣[ν γενόμεν]ον κλᾶρον̣,
ὕστερον δὲ παραιρεθέντα ὑπὸ Πριανέων. ἁμὲς δὲ θεωροῦντες τοὺς γράψαντας τὸ[μ πόλεμον τὸμ] Μ̣ε̣λ̣ι̣α-
κὸν καὶ τὰν διαίρεσιν τᾶς χώρας τοὺς μὲν ἄλλους πάντας φαμένους ἐκ τᾶς διαιρέ̣σ̣ι̣ος λ̣[αχ][ντας Σαμίους]
Φύγελα, καίπερ ὄντας τέσσερας μὲν Σαμίους, Οὐλιάδην καὶ Ὀλύμπιχον καὶ Δοῦριν καὶ Εὐάγωνα, δύο δὲ Ἐφεσίους,
155 Κρεώφυλον καὶ Εὐάλκη, Χῖον δὲ Θεύπομπον, οὓς πάντας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν κατακεχωρικότας διότι ἔλαχον Σά̣μιο̣[ι]
Φύγελα· μόνον δὲ ἐν ταῖς ἐπιγεγραμμέναις Μαιανδρίου τοῦ Μιλησίου ἱστορίαις κατακεχωρισμένον διότι ἔλαχον
Σάμιοι Κάριον καὶ Δρυοῦσσαν, αἷς πολλοὶ τῶν συγγραφέων ἀντιγράφοντι φάμενοι ψ[ευδε]πιγράφους εἴμειν·
                                               {²two blocks missing with ca. 22-23 lines}²
158 [— — — — — — — — — — — — — — — — — — — — — —] τ̣ὰ̣ς οὐσία̣ς̣ [αὐτῶν?] καταγαγεῖν εἰς τὰμ πό[λιν]
[— — — — — — — — — — — — — — — — — — — ποτ]ὶ τὸν γενόμενον διάδοχον τᾶς βασιλείας Φί-
160 [λιππον — — — — — — — — — — — — — — — — — ἀ]ποδόμειν τὰν χώραν ἃν ἔχοντες ἐξέπεσον ὑ-
[πὸ — — — — — — — — — — — — — — — — — — κατελ]θόντες δὲ εἰς τὰν πόλιν νέμεσθαι τὰν χώ-
[ραν — — — — — — — — — — — — — — — — — — — ἐπ]ι̣βαίνοντας τᾶς χώρας τᾶς ὁμορούσας αὐ-
[τοῖς? — — — — — — — — — — — — — — — — — — — — ἐ]πὶ τᾶς Ἀντιγόνου βασιλείας, ὅθεν καὶ Α-
[— — — — — — — — — — — — — — — — — — — ἀμφισβατ]οῦντας τοῖς Πριανεῦσι διότι παρορίζον-
165 [ται — — — — — — — — — — — — — — — — — — — ἀγανακτ]ῆσαι καὶ ἀποστεῖλ̣αι πρεσβείαν ποτὶ Ἀντί-
[οχον — — — — — — — — — — — — — — — — — — — — — —] τ̣ε παρορίζεσθαι αὐτῶν καὶ τὰν ἐν τῶι
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]γ̣ράψαι ποτ’ αὐτοὺς διότι κρίνει ΕΠΙΜΕΝ
[— — — — — — — — — — — — — — — — — — — — — — — Ἀλεξά]νδρου διαβάντος εἰς τὰν Ἀσίαν ἐνέμον-
[το — — — — — — — — — — — — — — — — — — — — — — — —]ρ̣ τοὺς πρεσβευτὰ{ι}ς {²⁶πρεσβευτὰς}²⁶ τοὺς παρὰ τῶν Σαμί-
170 [ων — — — — — — — — — — — — — — — — — — — — — — — ἐνέμοντ]ο [τα]ύ̣τ̣αν τὰν χώραν ἃν καὶ ἐπ’ Ἀντ[ι]-
[γόνου — — — — —— — — — — — — — — — — — — — — — — ἐν ταῖς ἐπιστολαῖς] ταῖς βασιλικαῖς εὑρε-
[θ— — — — — — — — — — — — — — — — — ποτὶ Λυσίμα]χον τὸμ βασιλῆ ὑπὲρ τ̣ᾶς κρίσιος [τᾶς ὑπὲρ τοῦ]
[Βατινήτου — — — — — — — — — — — — — — — — μ]ν̣αμονεύοντας καὶ πά[λ]ιν ἐπ’ Ἀντιόχου τοῦ βασιλέως
[— — — — — — — — — — — — — — — — — — — — — ὑπὲ]ρ τοῦ παρορίζεσθαι τὰγ χώραν, ὑπὲρ τοῦ φρουρίου οὐθ[ὲ]ν
175 [εἰρηκότας — — — — — — — — — — — — — — ποτὶ Ἀν]τ̣ίοχον τὸν ὑπὸ βασιλέως Πτολεμαίου τεταγμένον
[ἐπὶ — — — — — — — — — — — — — — — ὑπὲρ τοῦ φρουρί]ου οὐθὲν εἰρηκότας· καὶ διὰ τὰς ἄλλας αἰτίας τὰς κατα-
[κεχωρισμένας — — — — — — — — — — — — — — — — — —] ἀφ’ οὗ τὰμ πόλιν οἰκοῦντι παραδεικνύντας ὅτι καὶ τὸ φρούριον
[καὶ ἁ περὶ τὸ φρούριον χώρα — — — — — — — — — — — π]άντα δίκαια τὰ εἰρημένα ὑπὸ Πριανέων καὶ κατακεχ[ωρισμέ]-
[να — — — — — — — ἐκρίναμεν τὸ φρούριον καὶ τὰν περὶ] τ̣ὸ φρούριον χώραν εἴμειν Πριανέων [— — — — — — — — —]
180 ὅρους δὲ ἀπεδείξαμεν τᾶς τε Σαμίας καὶ Πριανίδος χώρας ἀρχόμενοι, ὡς μὲ̣ν̣ Σ̣άμιοι ποτα̣γ̣ορεύοντι, ἀπὸ τῶν
κατὰ Σανιδειαν τόπων, ὡς δὲ Πριανεῖς, ἀπὸ Θινίχου πάγου, τὸν πρᾶτ̣ον λόφον τ̣ὸν π̣ετρώδη τὸν ὑπερκεί̣-
μενον ὑπὲρ τὰ ἐργάσιμα, ἐφ’ οὗ καὶ ὅρον ἐπεκολάψαμεν· ἐφ’ οὗ ἀνατείνει ἁ ἐκ τοῦ παρακειμένου ποταμοῦ
φάραγξ ἁ ἀναφέρουσα παρὰ τὰ ἐργάσιμα· ἇς μετ̣αξὺ καὶ τοῦ προγεγραμμένου λόφου ἄλλον ὅρον ἐπὶ πέτρας
ἐπεκολάψαμεν, ὥστε τὰ μὲν ὑπὸ τὸν λόφον καὶ τὰμ φάραγγα καὶ τοὺς ἐπικολαφθέντας ὅρους εἴμειν Σαμίων,
185 τὰ δὲ ὑπὲρ τὸν λόφον καὶ τὰν φάραγγα καὶ τοὺς ἐπικολαφθ̣έντας ὅρους — εἴμειν Πριανέων· ἀπὸ δὲ τοῦ λόφου τοῦ
πράτου ἀποδειχθέντος ὅς ἐστι ὑψηλότατος ἄλλον̣ ὅρον ἐπεκολάψαμεν ἐν τῶι καταλήγοντι τοῦ λόφου· ἀπὸ δὲ τούτου
ἐπ’ εὐθείας ἄλλον ἐθήκαμεν ὅρον· ἀπὸ δὲ τούτου ἐπ’ εὐθείας πάλιν ἐθήκαμεν ὅρον· ἀπὸ δὲ τούτων ἐπ’ εὐθεία̣ς ἁ̣ φ̣άραγξ
ὁρίζει ἔστε τὸν ὅρον ὃν ἐθήκαμεν παρὰ τὰν̣ φάραγγα· ἀπὸ δὲ τούτου ἀναβαίνουσι ποτὶ τὸν πετρῶνα ἄλλον ὅ̣ρον
ἐπεκ̣ολάψαμεν εἰς τὸν πέτρον· ἀπὸ δὲ τ̣ούτου ἐν τῶι πετρῶ̣νι ἄλλον ὅρον ἐπεκολά̣ψαμεν· ἀπὸ δὲ τούτου ὡς
190 παραφέρει παρὰ τὸν βουνὸν εἰς τὸ ἀπολῆγον αὐτοῦ ὅρους ἐπεκολά̣ψαμεν· ἀπὸ δὲ τῶν ἐγκολαπτῶ̣ν ὅρων εἰς τὸν ἀπέ-
ναντι βουνὸν τὸν λεπρὸν ἐθήκαμεν ὅρον καὶ ἀπὸ τούτου παρὰ τὸν βουνὸν ἔστε κ̣αὶ τὰν φάραγγα ἐ̣θήκαμεν ἄλλον ὅρον· ἀπὸ
δὲ τούτου [καὶ παρὰ ταύ]ταν κατέν̣α̣ν̣τι τοῦ ὄρευς διαβάντων τὸν π̣οταμὸν ἄλλον ἐθή̣καμεν ὅρον· ἀπὸ δὲ τούτου ἐπιστ̣ρέψαν-
[τες — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
                                                                           {²one to three blocks missing}²
Search Help
Contact Us