Honorific decree of an unknown city (Eresos?) for Priene, a Prienian judge, and his secretary.  Stele, broken at the top and bottom. Aeolic dialect.
[ ] Ionia — Priene — Sanct. of Athena — ca. 135 BC — GIBM III (1890) 422 — IvPriene (1906) 60 + p. 310 — IG XII Suppl. 141
1 [— — — — — — — — —]ΑΙΝ̣[․․]Ε[․․․(․․?)]Α[․]․ΜΑ̣[․․․․․․․]
[․․․․․․ μετ]ὰ εὐκοσμίας ἀξίως ἀμφοτέραν τᾶν πολίω[ν],
[δέδοχθαι τῷ δ]άμῳ· ἐπαίνεσαι μὲν τὸν δᾶμον τὸν Πριην[έων],
[διότι καὶ νῦ]ν ἀποδειξσάμενος ἄνδρας κάλοις καὶ ἀγ[ά]-
5 [θοις ἀπέστελλεν] ἄμμι, καὶ στεφάνωσαι αὖτον στ[εφά]-
[νῳ χρυσέῳ· ἐ]παίνεσαι δὲ καὶ τὸν δικάσταν Ζηνόδοτ[ον]
[ἀναστράφεντα] ἀξίως τᾶς ἐγχειρισθείσας αὔτῳ πίστ[ι]-
[ος ἐν ἄπασι] το<ῖ>ς κα̣τὰ τὰν δικαστείαν ὀσίως καὶ δι-
[καίως] κ̣αὶ στ[ε]φάνωσαι αὖτον στεφάνῳ χρυσέῳ· δέδο[σ]-
10 [θαι] δὲ Ζηνοδότῳ τῷ Ἀρτέμωνος καὶ πολιτείαν καὶ εἴσ-
[π]λουν καὶ ἔκ̣πλουν καὶ ἐμ πολέμῳ καὶ [ἐ]ν εἰ[ρ]ά̣νᾳ ἀσύλει κα[ὶ]
[ἀσ]πόνδει καὶ [ἔ]φοδον ἐπὶ τὰμ βόλλα[ν καὶ τ]ὸν δᾶμον πρώ[τῳ]
μετὰ τὰ ἶρα· ἐπαίνεσαι δὲ καὶ τὸν συν[εξα]ποστάλεντα τῷ [δι]-
κάστᾳ γραμμάτεα Ἀπόλαν ἐπὶ τᾷ κατὰν γραμματείαν φιλ[ο]-
15 πονίαι καὶ στεφάνωσαι αὖτον θάλ[λ]ου στεφάνωι· τὰν δ̣[ὲ ἀ]-
[ν]αγγελίαν τῶν στεφάνων ποήσασθαι τὸν ἀγωνο[θέταν]
[ἐν] τ̣οῖς πρώτοις Διονυσίοις τῷ ἄγωνι τῶν παίδων· [δέδοσθαι]
[δὲ Ἀ]πόλλᾳ τῷ Ἐπινίκω καὶ πολ<ιτ>είαν· ἀπόδειξαι δὲ κα[ὶ πρεσβεύ]-
[ταν], ὄστις ἀφικόμενος εἰς Πριήνην τό τε ψήφισμα το[ῦτο ἀ]-
20 [ποδώ]σει καὶ ἐπέλθων ἐπὶ τοὶς ἄρχοντας καὶ τὸν δᾶμον [παρα]-
[καλ]έσει Πριηνέας τάν τε φιλίαν συν[α]ύ̣ξ̣ειν καὶ τὰν ἀναγ̣[γε]-
[λίαν τῶν] προειρ̣[ημένω]ν [σ]τεφ̣[άνων ποήσασθ]α̣ι καὶ πὰρ α̣[ὔ]-
[τοις — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us