Honorific decree of Kolophon for Priene and Prienian judges.  Stele of bluish marble, broken at the top and on the left. Now missing.
[ ] Ionia — Priene — ca. 230-200 BC — IvPriene (1906) 57 + p. 310
See also:
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — Ἀρτ]έμωνα [— — —]
[— — — — — — — — — — — — — — — — τὴ]μ πόλιγ κα̣[ὶ στεφαν]ῶσαι ἕκαστον αὐ̣[τῶν]
[χρυσῶι στεφάνωι] ἀρε[τῆς] ἕνεκε καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον· τῆς δὲ ἀναγγελ̣[ίας]
[τῶν στεφάνων τὴ]ν ἐπιμέλειαμ ποιήσασθαι τοῖς μὲν Διονυσίοις τὸμ πρύτανιν ἐν τῶι ἀ̣[γῶ]-
5 [νι — — — — ὅταν] ἡ πόλις πρῶτον τοὺς χοροὺς συντελῆι τῶι θεῶι, τοῖς δὲ Κλαρίοις τοῖ[ς μεγά]-
[λοις καὶ τοῖς Ἀντ]ι̣οχ̣είοις τοὺς ἀγωνοθέτ̣ας ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι· ἀναγράψαι δ[ὲ]
[τόδε τὸ ψήφισμα εἰς] στήλην λιθίνηγ καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Κλαρ̣ίο[υ]·
[τὸ δὲ ἔργον τῆς κατασκε]υῆς τῆς στήλης καὶ τῆς ἀναγραφῆς τοῦ ψηφίσματος μισθωσά[τω ὁ οἰ]-
[κονόμος — — — — — καὶ] τοῖς μισθωσαμένοις δότω τὰς δόσεις ἀπὸ τῶν εἰς τὴν διοίκησι[ν]·
10 [συγγραφὴν δὲ τῶν] ἔργων ὁ ἀρχιτέκτωγ γραψάτω· ἵνα δὲ καὶ τῆς τῶν πρεσβευτῶν φ̣[ι]-
[λοτιμίας ἀμφοτ]έραις ταῖς πόλεσιν ὑπόμνημα ὑπάρχηι καὶ Πριηνεῖς εἰδ̣ήσωσι τὴν
[προαίρεσιν ἣν εἶ]χον εἰς τὸν δῆμον, vacat αἱρεθῆναι πρέσβεις δύο μετὰ τὴγ κύρωσιν τοῦδ[ε]
[τοῦ ψηφίσματος, τ]οὺς δὲ ἀποδειχθέντας ἀφικομένους εἰς Πριήνηγ καὶ κατασταθέντα[ς]
[πρός τε τοὺς ἄρχοντ]ας καὶ τὸν δῆμον τό τε ψήφισμα ἀποδοῦναι καὶ ἐμφανίσαντας τήν
15 [τε ἀρετὴν τῶμ πρεσ]βευτῶν καὶ τὴν ἄλλην φιλοτιμίαν, ἣν ἐποιήσαντο περὶ ὧν ἀπεστά-
[λησαν· παρακαλεῖ]μ Πριηνεῖς ψηφίσασθαι, ἵνα ἥ τε ἀναγγελία τοῦ στεφάνου καὶ παρ’ αὐ-
[τοῖς γένηται ἐν τ]ῶι θεάτρωι καὶ ἀναγραφῆι τὸ ψήφισμα τόδε εἰς στήλην λιθίνηγ καὶ σταθῆ[ι]
[ἐν τῶι ἱερῶι τῆς Ἀ]θηνᾶς Πολιάδος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ὅπως φανερὸμ πᾶσι[ν]
[ἦι, ὅτι ὁ δῆμος ὁ Κο]λοφωνίων τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπίσταται τιμᾶν ἀξίω[ς]
20 [τῶν εἰς αὑτὸν εὐε]ργεσιῶν. vacat διεψηφίσθη ἐν τῶι δήμωι κατὰ τὸν νόμον καὶ ἐδόθη ψηφι-
[σαμένων χιλίων] εἴκοσι τριῶν. vacat πρεσβευταὶ Ἱππόνικος Ἀθηναγόρου, Τύρων Διονυσίο[υ].
Search Help
Contact Us