Honorific decree of Erythrai for Priene, a Prienian judge, and his secretary. Pedimental stele of blue marble; three olive crowns at the top.
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 200-150 BC — GIBM III (1890) 418 — IvPriene (1906) 50 + p. 310 — IK Erythrai 111
See also:
cr. a.1 | τὸν |
δῆμο- | |
ν | |
cr. b.1 | Κλέ- |
αν- | |
δρον | |
Καλλι- | |
5 | στράτου |
φύσει δὲ Ἀ- | |
λέξι- | |
δος | |
cr. c.1 | Μο- |
αγέ- | |
την Παυ- | |
σανίου | |
1 | ἐπὶ στεφανηφόρου Δημητρίου, μηνὸς Πανήμου· |
τὸ παρὰ Ἐρυθραίων, τιμῶν δικαστῆι Κλεάνδρωι· ἔδοξεν | |
τῆι βουλῆι καὶ τῶι δήμωι· στρατηγῶν ἐξεταστῶν πρυτάνε- | |
ων γνώμη· ἐπειδὴ ὁ ἀποσταλεὶς δικαστὴς ὑπὸ τοῦ δήμου | |
5 | τοῦ Πριηνέων Κλέανδρος Καλλιστράτου φύσει δὲ Ἀλέξιδος |
ἐπὶ τὴν δίκην τῆς μηνύσεως τήν τε δίκην ἐδίκασεν ἀξίως τῆς | |
τε ἑαυτοῦ πατρίδος καὶ τῆς ἡμετέρας πόλεως ποιησάμενος | |
τὴν κρίσιν ἀπὸ τοῦ δικαίου, τήν τε ἐπιδημίαν ἐποιήσατο αὐτός τε | |
καὶ ὁ γραμματεὺς αὐτοῦ Μοαγέτης Παυσανίου ἀξίως τῆς ἐνκεχει- | |
10 | ρισμένης αὐτῶι πίστεως, ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται μνεί- |
αν ποιούμενος τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν καὶ δικαίως κρινάν- | |
των τὴν δίκην καὶ ἀξίως τῆς ἐξαποστειλάσης αὐτοὺς πατρίδος, | |
οἵ τε μετὰ τούτους παρεσόμενοι εἰς τὴν πόλιν ἡμῶν δικασταὶ θεωροῦν- | |
τες ἀποδιδομένας τὰς καθηκούσας τιμὰς τ[οῖς] ἀγαθοῖς ἀνδράσιν προ- | |
15 | ΐστωνται καὶ αὐτοὶ τῶν δικαίων μετὰ [πά]σ̣ης̣ φιλοτιμίας, τύχηι ἀ̣γ̣α̣θῆι |
δ̣εδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν τὸν δῆμον τὸν | |
Πριηνέων καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι, ὅτι ὑπάρ- | |
χων συνγενὴς καὶ φίλος καὶ εὔνους τῶι ἡμετέρωι δήμωι καὶ | |
προαιρούμενος δια̣φυλάσσειν τὴν πρὸς τὸ πλῆθος ἡμῶν εὔνοιαν | |
20 | [ἀπέστει]λ̣εν δικαστὴν ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ ἄξιον ἀμφο- |
[τέ]ρων τῶν πόλεων· ἐπαινέσαι δὲ καὶ τὸν δικαστὴν Κλέανδρον Καλ- | |
λιστράτου φύσει δὲ Ἀλέξιδος καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στε- | |
φάνωι· ἐπαινέσαι δὲ καὶ τὸν γραμματέα αὐτοῦ Μοαγέτην Παυσανίου | |
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοί- | |
25 | ας τ̣ῆς εἰς τὸν δῆμον· εἶναι δὲ αὐτοὺς καὶ προξένους καὶ πολίτας |
τῆς πόλεως ἡμῶν· δεδόσθαι δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν | |
οἷς ἂν ἡ πόλις συντελῆι· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰς ἄλλας τιμὰς αἵ- | |
τινες καὶ τοῖς ἄλλοις προξένοις παρὰ τῆς πόλεως ὑπάρχουσιν· | |
δεδόσθαι δὲ ταὐτὰ καὶ τοῖς ἐκγόνοις αὐτῶν· τὰς δὲ δεδομένας | |
30 | τιμὰς τῶι δήμωι τῶι Πριηνέων καὶ τῶι δικαστῆι καὶ τῶι γραμμα- |
τεῖ κατὰ τόδε τὸ ψήφισμα ἀναγγειλάτω δὲ ἐν τῶι θεάτρωι ὁ | |
ἀγωνοθέτης τῶν Διονυσίων· ἀποδεῖξαι δὲ καὶ πρεσβευτήν, | |
[ὅ]στις ἀναδοὺς Πριηνεῦσιν τόδε τὸ ψήφισμα παρακαλέσει αὐ- | |
[τοὺς] ὄντας συνγενεῖς καὶ φίλους καὶ εὔνους τοῦ δήμου ἐπιμέλει- | |
35 | [αν ποιήσασ]θαι, ὅπως αἱ δεδομέναι τιμαὶ τῶι τε δήμωι αὐτῶν καὶ τῶι |
[δικαστῆι καὶ] τ̣ῶι γραμματεῖ ἀναγγέλλωνται παρ’ αὐτοῖς ἐν τοῖς ἐπιφα̣- | |
[νεστάτοις ἀ]γ̣ῶ̣σιν, ὅταν καὶ οἱ ἄλλοι στέφανοι ἀναγγέλλωνται· καὶ ἵνα | |
[ἀναγραφὲν τόδε τὸ] ψήφισμα εἰς στήλην λιθίνην ἀνατεθῇ παρ’ αὐτοῖς | |
[οὗ ἄν δόξηι τῶι δήμωι]· τ̣αῦτα δὲ εἶναι εἰς φυλακὴν τῆς πόλεως. πρεσ- | |
40 | [βευτὴς — — — — — Ἡρακ]λεώτου. |