Honorific decree of Erythrai for Priene, a Prienian judge, and his secretary. Pedimental stele of blue marble; three olive crowns at the top.
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 200-150 BC — GIBM III (1890) 418 — IvPriene (1906) 50 + p. 310 — IK Erythrai 111
See also:
| cr. a.1 | τὸν |
| δῆμο- | |
| ν | |
| cr. b.1 | Κλέ- |
| αν- | |
| δρον | |
| Καλλι- | |
| 5 | στράτου |
| φύσει δὲ Ἀ- | |
| λέξι- | |
| δος | |
| cr. c.1 | Μο- |
| αγέ- | |
| την Παυ- | |
| σανίου | |
| 1 | ἐπὶ στεφανηφόρου Δημητρίου, μηνὸς Πανήμου· |
| τὸ παρὰ Ἐρυθραίων, τιμῶν δικαστῆι Κλεάνδρωι· ἔδοξεν | |
| τῆι βουλῆι καὶ τῶι δήμωι· στρατηγῶν ἐξεταστῶν πρυτάνε- | |
| ων γνώμη· ἐπειδὴ ὁ ἀποσταλεὶς δικαστὴς ὑπὸ τοῦ δήμου | |
| 5 | τοῦ Πριηνέων Κλέανδρος Καλλιστράτου φύσει δὲ Ἀλέξιδος |
| ἐπὶ τὴν δίκην τῆς μηνύσεως τήν τε δίκην ἐδίκασεν ἀξίως τῆς | |
| τε ἑαυτοῦ πατρίδος καὶ τῆς ἡμετέρας πόλεως ποιησάμενος | |
| τὴν κρίσιν ἀπὸ τοῦ δικαίου, τήν τε ἐπιδημίαν ἐποιήσατο αὐτός τε | |
| καὶ ὁ γραμματεὺς αὐτοῦ Μοαγέτης Παυσανίου ἀξίως τῆς ἐνκεχει- | |
| 10 | ρισμένης αὐτῶι πίστεως, ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται μνεί- |
| αν ποιούμενος τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν καὶ δικαίως κρινάν- | |
| των τὴν δίκην καὶ ἀξίως τῆς ἐξαποστειλάσης αὐτοὺς πατρίδος, | |
| οἵ τε μετὰ τούτους παρεσόμενοι εἰς τὴν πόλιν ἡμῶν δικασταὶ θεωροῦν- | |
| τες ἀποδιδομένας τὰς καθηκούσας τιμὰς τ[οῖς] ἀγαθοῖς ἀνδράσιν προ- | |
| 15 | ΐστωνται καὶ αὐτοὶ τῶν δικαίων μετὰ [πά]σ̣ης̣ φιλοτιμίας, τύχηι ἀ̣γ̣α̣θῆι |
| δ̣εδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν τὸν δῆμον τὸν | |
| Πριηνέων καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι, ὅτι ὑπάρ- | |
| χων συνγενὴς καὶ φίλος καὶ εὔνους τῶι ἡμετέρωι δήμωι καὶ | |
| προαιρούμενος δια̣φυλάσσειν τὴν πρὸς τὸ πλῆθος ἡμῶν εὔνοιαν | |
| 20 | [ἀπέστει]λ̣εν δικαστὴν ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ ἄξιον ἀμφο- |
| [τέ]ρων τῶν πόλεων· ἐπαινέσαι δὲ καὶ τὸν δικαστὴν Κλέανδρον Καλ- | |
| λιστράτου φύσει δὲ Ἀλέξιδος καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στε- | |
| φάνωι· ἐπαινέσαι δὲ καὶ τὸν γραμματέα αὐτοῦ Μοαγέτην Παυσανίου | |
| καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοί- | |
| 25 | ας τ̣ῆς εἰς τὸν δῆμον· εἶναι δὲ αὐτοὺς καὶ προξένους καὶ πολίτας |
| τῆς πόλεως ἡμῶν· δεδόσθαι δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν | |
| οἷς ἂν ἡ πόλις συντελῆι· ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰς ἄλλας τιμὰς αἵ- | |
| τινες καὶ τοῖς ἄλλοις προξένοις παρὰ τῆς πόλεως ὑπάρχουσιν· | |
| δεδόσθαι δὲ ταὐτὰ καὶ τοῖς ἐκγόνοις αὐτῶν· τὰς δὲ δεδομένας | |
| 30 | τιμὰς τῶι δήμωι τῶι Πριηνέων καὶ τῶι δικαστῆι καὶ τῶι γραμμα- |
| τεῖ κατὰ τόδε τὸ ψήφισμα ἀναγγειλάτω δὲ ἐν τῶι θεάτρωι ὁ | |
| ἀγωνοθέτης τῶν Διονυσίων· ἀποδεῖξαι δὲ καὶ πρεσβευτήν, | |
| [ὅ]στις ἀναδοὺς Πριηνεῦσιν τόδε τὸ ψήφισμα παρακαλέσει αὐ- | |
| [τοὺς] ὄντας συνγενεῖς καὶ φίλους καὶ εὔνους τοῦ δήμου ἐπιμέλει- | |
| 35 | [αν ποιήσασ]θαι, ὅπως αἱ δεδομέναι τιμαὶ τῶι τε δήμωι αὐτῶν καὶ τῶι |
| [δικαστῆι καὶ] τ̣ῶι γραμματεῖ ἀναγγέλλωνται παρ’ αὐτοῖς ἐν τοῖς ἐπιφα̣- | |
| [νεστάτοις ἀ]γ̣ῶ̣σιν, ὅταν καὶ οἱ ἄλλοι στέφανοι ἀναγγέλλωνται· καὶ ἵνα | |
| [ἀναγραφὲν τόδε τὸ] ψήφισμα εἰς στήλην λιθίνην ἀνατεθῇ παρ’ αὐτοῖς | |
| [οὗ ἄν δόξηι τῶι δήμωι]· τ̣αῦτα δὲ εἶναι εἰς φυλακὴν τῆς πόλεως. πρεσ- | |
| 40 | [βευτὴς — — — — — Ἡρακ]λεώτου. |