Honorific decree of Magnesia on the Maeander for Prienian judges and response of Priene.  Stele, broken at the bottom.
[ ] Ionia — Priene — late 3rd c. BC — IvPriene (1906) 61 + p. 310
1 [τὸ παρὰ Μα]γνήτων —— ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Πε[․․․․․]
[․․․․․․․․]μου εἶπεν· ἐπειδὴ τοῦ δήμου ψήφισμ[ά] τ̣ε καὶ ἐπή̣[κ]ο-
[ον ἀπο]στε̣ίλαντος πρὸς τὸν δῆμον τὸν Πριηνέων Διομέδ[ον]-
[τα Διονυ]σί[ου] ὑπὲρ αἰτήσεως δικαστηρίου, Πριηνεῖς διατηροῦ[ν]τ[ες]
5 [τὴν οἰκειότ]ητα καὶ τὴμ φιλίαν τὴν ὑπάρχουσαν ταῖς πόλεσι πρὸς ἀ̣λλ[ή]-
[λας ἐκ π]αλαιῶν χρόνων ἀπέστειλαμ πρὸς ἡμᾶς δικαστὰς καλοὺς
[κἀγαθ]ο̣ύς, καθότι <ἠ>ξιώσα<μ>εν, [Δια]γόραμ Πρωτάρχου, Μενοίτηγ Κ[ρά]-
[τωνος, ο]ἳ παραγενόμενοι τὰς μὲν διέκριναν τῶν δικῶν ὀρθῶς κ[αὶ]
[δικαίως] ἀπὸ παντὸς τοῦ βελτίστου, τὰς δὲ διέλυσαν ἴσους [αὑτοὺς]
10 [παρασχ]όμενοι τοῖς διαφερομένοις, ἔσπευσαν δὲ καὶ τοὺς δ[ιαφερο]-
[μένους ἀπ]ο̣καταστῆσαι εἰς ὁμόνοιαν, ἐποιήσαντο δὲ καὶ τὴν ἀ[ναστρο]-
[φὴν τὴμ] παρ’ ἡμῖν μετὰ πάσης εὐκοσμίας καὶ ὁσιότητος —— ὅ[πως]
[οὖν καὶ] ὁ δῆμος φαίνηται τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν τι[μῶν]
κα̣[ὶ] ἀξίας χάριτας ἀποδιδοὺς τοῖς εὐεργετοῦσιν αὑτόν —— δεδόχθ[αι]
15 τῶ[ι] δή̣μωι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸμ Πριηνέων ἐπὶ τῶ[ι] ἀπο[σ]-
[τ]εῖλα̣ι πρὸς ἡμᾶς δικαστὰς καλοὺς καὶ ἀγαθούς, καὶ στεφανῶσαι [α]ὐτὸ[ν]
[ἐν τῶι θε]άτρωι τοῖς πρώτ̣[ο]ις Διονυσίοις χρυσέωι στεφάνωι· ἐπῃνῆσθα[ι]
[δὲ καὶ τ]οὺς δικαστὰς Διαγόραμ Πρωτάρχου, Μενοίτηγ Κράτωνος [καὶ]
[στεφα]νῶσαι αὐτοὺς ἐν τῶι θεάτρωι τοῖς πρώτοις Διονυσίοις χρυσ[έωι]
20 [στεφάν]ωι· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου τοὺς ἀγωνοθέτ[α]ς [τῶν] Δ̣ι̣[ο]-
[νυσί]ων ἐπιμέλειαμ ποιήσασθαι· στεφανῶσαι δὲ καὶ τὸγ γραμματ[έα αὐ]-
τῶν Ἀνα̣ξίλα̣μ Πρωταγόρου θαλλοῦ στεφάνωι τοῖς πρώτοις Διονυ[σί]-
ο[ι]ς̣ —— ἵνα̣ δὲ καὶ ὁ δῆμος ὁ Πριηνέων εἰδήσῃ τὴν εὔνοιαγ καὶ τὴν αἵρεσιν ἣν [ἔ]χ[ο]-
[μεν] πρὸς αὐτούς, αἱρεθῆναι ἄνδρα, ὅστις ἀφικόμενος εἰς Πριήνην καὶ [ἐπελ]-
25 θὼν ἐπί τε τὴν βουλὴγ καὶ τὸν δῆμον τό τε ψήφισμα ἀποδώσει καὶ πα[ρακαλέ]-
[σει καὶ εἰ]ς [τὸ] λο[ιπὸν] τὴν αὐτὴν αἵρεσιν ἔχειν, διαφυλάσσοντα τὴν ο[․]ο-
[— — καὶ τὴν φ]ι̣λ̣ίαν τὴν ὑπάρχουσαν ταῖς πόλεσι πρὸς ἀλλ[ή]λα̣ς· ἀξιούτω δὲ
[καὶ τοὺ]ς Πριηνεῖς καὶ παρ’ αὐτοῖς ποιήσασθαι τὴν ἀναγγελίαν τῶν στεφάνων· [ἀνα]-
[γράψαι] δὲ τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι τὴν στή<λη>ν ἐν τῶι ἐπι[σημοτά]-
30 [τωι] τόπωι· λελύσθαι δὲ καὶ εἴ τι ψήφισμα ἐναντίον ἐστὶν τῶιδε τῶι ψηφίσ[ματι]
[κατ’ αὐ]τὸ τοῦτο καθ’ ὅ ἐστιν ἐναντίον. ᾑρέθη Διομέδων Διονυσίου.
[πρὸς τὸ] παρὰ Μαγνήτων· γνώμη στρατηγῶν· ἐπειδὴ Μάγνητες οἰκειο[—]ε[— —]
[— — — —]ο[— ψ]ήφισμά τε καὶ πρεσβευτὴν ἀποστείλαντες Διομέδοντα Διονυσίου
[ἐπαιν]οῦσ[ι μ]ὲν τὸν δῆμον ἐπὶ τῶι ἀποστεῖλαι πρὸς αὐτοὺς δικαστὰς κα[λοὺς καὶ]
35 [ἀγα]θούς, ἐ̣πα̣ινοῦσιν δὲ καὶ τοὺς δικαστὰς Διαγόραμ Πρωτάρχ[ου, Μενοί]-
[τηγ Κράτ]ωνο[ς], καὶ στεφανοῦσιγ χρυσέωι στεφάνωι τοῖς πρώτο[ις Διο]-
[νυσίοις, διότι ἀπεσ]τ[είλαμ]εν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς το[— — — —]
[— — — — — — — — — — — — — — — ὀρθῶ]ς [καὶ] δικαίως [— — —]
Search Help
Contact Us