Honorific decree of Bargylia for Priene and Prienian judges.  Pedimental stele.
[ ] Ionia — Priene — Sanct. of Athena — mid-190s BC — IvPriene (1906) 47 — IK Iasos 607
See also:
cr. 1.1 τὸν δῆ-
   μον
cr. 2.1 Μητρό-
  δωρον
cr. 3.1 Σῖμον
cr. 4.1 Ἀγέ-
λαον
3 πρυτάνεων γνώμη· ἐπειδὴ ὁ δῆμος ὁ Πριηνέων φίλος ὢ[ν]
καὶ εὔνους καὶ ἰσοπολίτης τοῦ δήμου ἔν τε τοῖς ἄλλοις φι{λ̣}-
5 λανθρώπως {²⁶φιλανθρώπως}²⁶ χρώμενος διατελεῖ παρακληθείς τε ὑπὸ τ[οῦ]
δήμου δικαστὰς ἀποστεῖλαι, βουλόμενος τῆι πόλει χαρί-
ζεσθαι, ἀπέστειλεν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς Μητρόδ[ω]-
ρον Ἀριστοδήμου, Σῖμον Λαμπροκλείους, Ἀγέλαον Ἀγελάου, οἵτ[ι]-
νες τῶν δικῶν τὰς μὲν συνέλυσαν προσηκόντως, τὰς δὲ ἐδίκασαν
10 δικαίως κατὰ τοὺς νόμους, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃ-
νῆσθαι μὲν τὸν δῆμον τὸν Πριηνέων καὶ στεφανῶσαι αὐτὸν χρυ-
σῶι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον· ἐπῃ-
νῆσθαι δὲ καὶ τοὺς δικαστὰς τοὺς ἀποσταλέντας ὑπ’ αὐτῶν
καὶ στεφανῶσαι αὐτοὺς θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ δικαιοσύ-
15 νης τῆς εἰς τὸν δῆμον· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆναι τὸν ἀγωνοθέ-
την, ὅπως ἀναγορευθῆι ἐν τῶι ἀγῶνι τῶι συντελουμένωι τῆι Ἀρτέ{μ}-
μιδι {²⁶Ἀρτέμιδι}²⁶ τῆι Κινδυάδι· εἶναι δὲ αὐτοὺς προξένους τῆς πόλεως· δεδόσθαι δὲ
αὐτοῖς καὶ πολιτείαν καὶ μετουσίαν πάντων ὧν καὶ Βαργυλιῆται με-
τέχουσιν· τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκγόνοις αὐτῶν· τὸν δὲ ἐπιμή-
20 νιον τῶν ταμιῶν ἐγδοῦναι, ὅπως ἀναγραφῆι τὰ ὀνόματα αὐτῶν
πατρόθεν ἐν στήληι ἐν ἧι καὶ οἱ ἄλλοι πρόξενοι καὶ πολῖταί εἰσιν ἀ-
ναγεγραμμένοι· ἑλέσθαι δὲ καὶ πρεσβευτὰς δύο, οἵτινες ἀφικόμενοι
εἰς Πριήνην καὶ ἀποδόντες τόδε τὸ ψήφισμα παρακαλέσουσιν Πριη-
νεῖς καὶ εἰς τὸν λοιπὸν χρόνον τὴν αὐτὴν αἵρεσιν ἔχοντας διαφυ-
25 λάσσειν τὴν ὑπάρχουσαν ἐκ παλαιῶν χρόνων φιλίαν τε καὶ εὔνοι-
αν ταῖς πόλεσιν· καὶ νῦν δὲ ἐπιμέλειαν ποιήσασθαι, ἵνα καὶ παρ’ αὐ-
τοῖς τῶν στεφάνων αἱ ἀναγγελίαι γένωνται ἐν τῶι θεάτρωι τοῖς Δι-
ονυσίοις· παρακαλεῖν δὲ αὐτοὺς καὶ τόπον ἀποδεῖξαι, ἐν ὧι ἀνατε-
θήσεται ἡ στήλη, ἐν ἧι τὸ ψήφισμα ἔσται ἀναγεγραμμένον. πρεσβευ-
30 ταὶ εἱρέθησαν Οὐλιάδης Ἀπολλοδότου, Παναμυης Ἀντιγένου.
Search Help
Contact Us