Honorific decree of Iasos for Priene, a Prienian judge, and his secretary and response of Priene.  Two non-joining fragments of a stele.
[ ] Ionia — Priene — Sanct. of the Egyptian Gods — mid-190s BC — IvPriene (1906) 54 + p. 310 — IK Iasos 74
                                     {²remains of a laurel crown}²
[ἔδοξεν τῆι] β̣ουλῆι καὶ τῶι δήμωι· πρυτ[άνεων γνώμη· περὶ ὧν ἐπῆλθον Ὑψοκλῆς]
[Ἀριστοκρ]ίτου κ̣α̣ὶ Ἀ[ν]α̣ξαγόρας Θαλ[εύκτου φύσει δὲ Εὔκτου, ἵνα ἡ βουλὴ καὶ ὁ]
[δῆμος βουλε]ύσητα̣ι, τίσιν [δε]ῖ τιμαῖς [τιμηθῆναι τὸν δῆμον τὸν Πριηνέων καὶ]
[τὸν δικαστὴ]ν Καλλικράτην Ἀπολλωνί[ου καὶ τὸν γραμματέα Ἄτταλον Ἀττάλου],
5 [δεδόχθαι τῆι] βουλῆι καὶ τῶι δήμωι· ἐπε[ιδὴ ὁ δῆμος ὁ Πριηνέων ἔν τε τοῖς πρότε]-
[ρον χρόνοις] εὔνους ὢν καὶ φίλος διε[τέλει καὶ νῦν ἀξιωσάντων ἡμῶν ἀποστεῖ]-
[λαι δικαστὴν] ἀπέστειλεν ἄνδρα καλὸ[ν καὶ ἀγαθὸν Καλλικράτην Ἀπολλωνίου, ὃς παρα]-
[γενόμενος πρ]ὸς ἡμᾶς τινὰς [μ]ὲν σ[υνέλυσε τῶν δικῶν οὐθὲν ἐλλείπων προθυμί]-
[ας, ἀλλὰ πᾶ]σαν σπουδὴν ποιού[μενος, ἵνα συλλυθέντες οἱ ἀντίδικοι τὰ πρὸς αὑ]-
10 [τοὺς μεθ’ ὁμον]οίας πολιτεύωντα[ι, τὰς δὲ διέκρινεν δικαίως, τήν τε ἄλλην]
[ἐνδημίαν ἐποιήσατο ἀπὸ παντὸς τοῦ βελτίστου ἀξίως ἀμφοτέρων τῶν πό]-
[λεων· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσιν]
[αὑτὸν καὶ οἱ λοιποὶ οἱ παραγινόμενοι δικάζειν εἰς τὴν πόλιν ζητῶσιν]
[ἀξίως ἐπαίνου καὶ τιμῶν ποιεῖσθαι τὰς κρίσεις, εἰδότες ὅτι ὁ δῆμος τοὺς]
15 [καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπαινεῖ τε καὶ τιμᾶι, ἐπῃνῆσθαι τὸν δῆμον]
[τὸν Πριηνέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχει εἰς τὴν πόλιν καὶ στε]-
[φανῶσαι χρυσῶι στεφάνωι ἀπ]ὸ πλήθους τοῦ ἐκ τῶν νόμων, ὅτι αἰτ[ησαμένων]
[ἡμῶν δικαστὴν ἀπέστειλεν ἄν]δρα καλὸν καὶ ἀγαθὸν [π]ερὶ τὰς κρίσεις· [ἐπῃνῆσθαι] δὲ [καὶ]
[τὸν δικαστὴν Καλλικράτην Ἀπ]ολλωνίου ἀρετῆ[ς ἕν]ε̣κεν καὶ καλοκἀγ[αθίας ἐπὶ τῶι]
20 [προστῆναι τῶν τε κρίσεων καὶ] τῶν συλλύσεων ἴσως καὶ δι[κ]α̣ίως· [ἐπαινέσαι δὲ καὶ]
[τὸν συνεξαποσταλέντα μετ’ αὐ]τοῦ γραμματέα Ἄτταλον Ἀττάλου ἐπὶ τ[ῶι τὴν κα]θ’ α[ὑτὸν]
[χρείαν διωικηκέναι ἐπιμε]λῶς καὶ τὴν ἐνδημίαν πεποιῆ̣σθαι μετ[ὰ πάσης ε][τα]-
[ξίας· καὶ στεφανῶσαι τὸν μὲ]ν δικαστὴν χρυσῶι στεφάνωι ἀπὸ πλήθ[ους το]ῦ ἐκ τῶ[ν]
[νόμων, τὸν δὲ γραμματέα] θαλλοῦ στεφάνωι· εἶναι δὲ αὐτοὺς κα̣ὶ π̣ρ̣[οξέ]νους τῆ̣ς
25 [πόλεως· δεδόσθαι δὲ αὐτο]ῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὴν ἐκ[κλησίαν] πρώτοι[ς]
[μετὰ τὰ ἱερά· περὶ πολιτεία]ς δὲ αὐτοῖς καὶ ἐκγόνοις προγράψασθαι [τοὺς προστά]τας
[καὶ τοὺς στρατηγοὺς ἐν το]ῖς ἐννόμοις χρόνοις· ἑλέσθαι δὲ καὶ πρε[σβευτ]ά̣ς, ο[ἵ]τ[ι]νες
[παραγενόμενοι εἰς Πριήνην] τό τε ψήφισμα ἀποδώσουσιν καὶ π[αρα]καλ[έσ]ουσιν αὐτοὺ[ς]
[εὔνους καὶ φίλους ὑπάρ]χοντας τῆς πόλεως τὴν α̣ὐτὴν αἵρεσιν ἔ̣χ[ειν πρ]ὸς τ[ὸν]
30 [δῆμον· ἀξιώσουσιν δὲ καί, ἵνα] οἱ̣ [σ]τέφανοι ἀναγγελθῶσιν ἐν τῶ̣ι θε[άτ]ρωι [το][ς πρ]ώτ̣[οις]
[Διονυσίοις καὶ τὸ ψήφισ]μα ἀναγραφῆι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Πολιάδος, ἵν[α]
[πᾶσιν φανερὸν ἦι, ὅτι ὁ δῆμο]ς ὁ Ἰα̣σέων καὶ τὰς πόλ[ε]ις καὶ τ̣οὺς ἄ̣νδρας τοὺς ἀγα-
[θοὺς τιμᾶι· ἀναγράψαι δὲ τ]ὸ ψήφισμα τόδε καὶ παρ’ ἡμῖν ἐν τῶι ἱερῶι τῆς [Ἀ]ρτέμι-
[δος. ἡιρέθησαν Ὑψ]οκλῆς Ἀριστοκρίτο[υ, Ἀ]ναξαγόρας Θα̣λεύκτου φύσει δὲ Ε̣ὔ[κ]το[υ].
                                                               vacat
35 [ἔδοξεν τῶι δήμωι· γνώ]μη στρατηγῶν· ἐπειδὴ Ἰασεῖς [συ]γγενεῖς καὶ φίλοι̣ ὑπάρ-
[χοντες τῶι δήμωι ψήφισμα] καὶ πρεσβευτὰς ἀποστείλαντες [Ὑψ]οκλῆν Ἀρ[ιστο]κρίτου,
[Ἀναξαγόραν Θαλεύκτου φ]ύσει δὲ Εὔκτου ἐμφανίζουσιν δ[ι]ότι ὁ ἀποσταλεὶς ὑ[πὸ]
[τοῦ δήμου πρὸς αὐτοὺ]ς δικαστὴς Κα̣λλικράτης Ἀπολλωνίου τὰ[ς μὲ]ν συν[έλυσε]
[τῶν δικῶν οὐθὲν ἐλλείπων πρ]οθυμ[ία]ς, ἀλλὰ πᾶσαν σπου[δ]ὴν ποιο[ύ]μενος, ἵνα συ[λλυ]-
40 [θέντες οἱ ἀντίδικοι τὰ πρὸς αὑ]τοὺς μεθ’ ὁ[μο]νοί[ας π]ολιτεύωνται, τ[ὰ]ς δὲ διέκρινεν δικ[αί]-
[ως, τὴν δὲ ἄλλην ἐνδημίαν ἐ]ποιήσατο ἀπὸ παντὸς τοῦ βελτίστου ἀξίως ἀμφοτέρω[ν]
[τῶν πόλεων· ἐπαινοῦσίν τε τ]ὸν δῆμον τὸν ἡμέτερο[ν] ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχει
[εἰς τὴν πόλιν αὐτῶν καὶ ἐστεφαν]ώκασιν χρ[υ]σῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τῶν νόμω[ν],
[ὅτι αἰτησαμένων αὐτῶν δικαστὴν] ἀ̣[πέστ]ε[ιλε]ν ἐ[πὶ] τὰ̣ς̣ κρίσεις ἄνδρα καλὸν καὶ ἀγαθόν· ἐπαι-
45 [νοῦσιν δὲ καὶ τὸν ἀποσταλέν]τ̣α̣ δ̣[ι]καστὴν Καλλικράτην Ἀπολλω[νί]ου ἀρετῆς ἕνεκεν καὶ
[καλοκἀγαθίας ἐπὶ τῶι προστῆν]α̣ι τ̣ῶ[ν] τ̣ε κρίσεων καὶ τῶν συ[λ]λύσεων ἴσως καὶ δικ[α]ίως·
[ἐπαινοῦσιν δὲ καὶ τὸν συνεξα]ποσ[τ]α[λ]έν̣τ[α] αὐτῶι γραμματέα Ἄτταλον Ἀττάλου ἐπὶ [τ]ῶ̣ι τὴν
[καθ’ αὑτὸν χρείαν διωικηκέναι] ἐπιμελῶς καὶ εὐτάκτως καὶ τὴ[ν ἐνδ]ημίαν πεποιῆσθαι μετὰ πάσης
[εὐταξίας· καὶ ἐστεφανώκασ]ι τὸν μὲ̣[ν] δικαστὴν χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ
50 [ἐκ τῶν νόμων, τὸν δὲ γραμμ]α̣τέα θαλλοῦ στεφάνωι, πεποίηνται δὲ αὐτοὺς κα̣ὶ προξέ-
[νους τῆς πόλεως, δέδωκαν] δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴ[ν] βουλὴν καὶ τὴν ἐκκλησί-
[αν πρώτοις μετὰ τὰ ἱερά· περὶ δὲ πο]λ̣ιτ̣<ε>ίας αὐτοῖς τε καὶ τοῖς ἐκγ[όν]οις αὐτῶν ἐπιτετάχ]-
[σιν τοῖς προστάταις καὶ τοῖς στρ]α̣τηγοῖς προγράψασθαι ἐν τοῖς ἐννόμοις χρόνοις· ἀξιο[ῦ]-
[σιν δὲ καί, ἵνα οἱ στέφανοι ἀναγγελ]ῶσιν παρ’ ἡμῖν ἐν τῶι θεάτρωι τοῖς Διονυσίοις καὶ τὸ
55 [ψήφισμα ἀναγραφῆι ἐν τῶι ἱερῶι τ]ῆς Ἀθηνᾶς τῆς Πολιά[δ]ος, [ἵνα] πᾶσι φανερὸν ἦι, ὅτ[ι] ὁ δῆ-
[μος αὐτῶν καὶ τὰς πόλεις καὶ τοὺ]ς ἄνδρας τοὺς ἀγαθοὺς [τιμᾶι]· ἐπελθό[ντ]ες δὲ καὶ οἱ
[πρεσβευταὶ ἐπὶ τὴν βουλὴν καὶ τ][ν] δῆμον διελέγησαν ἀκολούθως [τοῖς ἐν τ]ῶι ψη̣-
[φίσματι γεγραμμένοις, σπ]ουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείποντες, [ἐπ]οιήσαντο̣
[δὲ καὶ τὴν ἐνδημίαν μετὰ πάσ]ης εὐκοσμίας καὶ ἀξίως ἀμφοτέρων τῶμ πόλεων, δε-
60 [δόχθαι τῶι δήμωι· ἐπῃνῆσθαι μ]ὲν τὸν δῆμον τὸν Ἰασέων ἐπί τε τῆι εὐνοίαι ἧι ἔχει εἰς τὴμ
[πόλιν τὴν ἡμετέραν καὶ ἐπὶ τῆι ε]ὐχα̣ριστίαι ἣμ πεποίηται εἴς τε τὸν δῆμον καὶ τὸν ἄνδρα τὸν
[ἀποσταλέντα Καλλικράτην Ἀ]πολλωνίου̣ καὶ τὸγ γραμματέα Ἄτταλον Ἀττάλου, καὶ ἀπο-
[κρίνασθαι αὐτοῖς, διότι ὁ δῆμο]ς διατηρήσει καὶ εἰς τὸν ἄλλον χρόνον τὴν αὐτὴν αἵρεσιν
[πρὸς τὸν δῆμον τὸν Ἰασέων· ἵ]να δὲ καὶ τὰ ἀξιούμενα ὑπὸ Ἰασέων συντελεσθῆι, τὸμ μὲν ἀγω̣-
65 [νοθέτην ἐπιμελεῖσθαι ὅπως οἱ σ]τέφανοι τοῖς πρώτοις Διονυσίοις αὐλητῶν τῶι ἀγῶνι τῶι π[αι]-
[δικῶι ἀναγγελῶσιν, οἷς ἐστεφ]ανώκασιν Ἰασεῖς τόν τε δῆμον τὸν ἡμέτερον καὶ τὸν
[δικαστὴν καὶ τὸν γραμματέα· τ]ὸν̣ δὲ νεωποίην Σωσίβιον ἀπεγδοῦναι στήλην λιθίνην,
[εἰς ἣν ἀναγραφήσεται τὰ ψηφ]ίσματα· τόπον δὲ τῆι στήληι δεδόσθαι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς
[τῆς Πολιάδος ἐγγὺς τῆς στ]ήλης τῆς περιεχούσης τὰς παρὰ Χίων τιμάς· δοῦναι δὲ τὸν
70 [νεωποίην Σωσίβιον τ]οῖς πρεσβευταῖς τοῖς παρὰ Ἰασέων ξένια τὰ ἐκ τοῦ νόμου.
Search Help