Honorific decree (?) for Dioskourides.  No description of stone. Now missing.
[ ] Ionia — Priene — Sanct. of Athena — ca. 100-75 BC — CIG 2.2906 — IvPriene (1906) 123
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — —]
[τῆς ἀν]α̣λήψεω̣ς Διοσκουρίδην Δημέου, ὅπω̣ς ἐπ̣[ὶ τὸ ἀνειμένον]
[το]ῖς θεο<ῖς> τέμενος σώφρον{ον}<α> {²⁶σώφρονα}²⁶ <καὶ>  εὐσχήμονα καὶ δικαίαν [τοῦ]
τόπου προστασίαν ἔχῃ· τῇ δὲ νουμ<η>νίαι τοῦ Βοηδρομιῶνος
ἐν ᾗ καὶ τὴν ἀρχὴν ἀνέλαβεν ἐπηνγείλατο μὲν ἐγγράφω̣ς [ἐν τῇ]
5 [ἐ]κκλησίᾳ κρεαδοτήσειν τοὺς ἀλειψαμένους ἅπαντας καὶ δώ-
[σει]ν ἑκάστῳ βοείου κρέως μνᾶν Εὐβοϊκὴν καὶ ἀλείψειν δι’ ἐνιαυτοῦ
πολίτας ἅπαντας καὶ τοὺς ἐφηβευκότας τῶν παροίκων καὶ
[Ῥ]ω̣μαίους ἅπαντας· ἐβεβαίωσεν δὲ τὴν ἐπαγγελίαν παραστή-
[σ]ας μὲν τοῖς ἐντεμενίοις θεοῖς τὴν θυσίαν, τὰ δ’ ἀπ’ αὐτῆς κρέ[α]
10 [διανείμ]ας τοῖς [ἀπογρ]αψαμένοις, τὸν δὲ τόπον κοινοποιησά[με]-
νος καὶ τοῖς διὰ τύχην κα[κ]<ὴ>ν μὴ μεταλαβοῦσιν αὐτοῦ.
Search Help
Contact Us