Honorific decree (?) for Dioskourides. No description of stone. Now missing.
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 100-75 BC — CIG 2.2906 — IvPriene (1906) 123
See also:
| [— — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [τῆς ἀν]α̣λήψεω̣ς Διοσκουρίδην Δημέου, ὅπω̣ς ἐπ̣[ὶ τὸ ἀνειμένον] | |
| [το]ῖς θεο<ῖς> τέμενος σώφρον{ον}<α> {²⁶σώφρονα}²⁶ <καὶ> εὐσχήμονα καὶ δικαίαν [τοῦ] | |
| τόπου προστασίαν ἔχῃ· τῇ δὲ νουμ<η>νίαι τοῦ Βοηδρομιῶνος | |
| ἐν ᾗ καὶ τὴν ἀρχὴν ἀνέλαβεν ἐπηνγείλατο μὲν ἐγγράφω̣ς [ἐν τῇ] | |
| 5 | [ἐ]κκλησίᾳ κρεαδοτήσειν τοὺς ἀλειψαμένους ἅπαντας καὶ δώ- |
| [σει]ν ἑκάστῳ βοείου κρέως μνᾶν Εὐβοϊκὴν καὶ ἀλείψειν δι’ ἐνιαυτοῦ | |
| πολίτας ἅπαντας καὶ τοὺς ἐφηβευκότας τῶν παροίκων καὶ | |
| [Ῥ]ω̣μαίους ἅπαντας· ἐβεβαίωσεν δὲ τὴν ἐπαγγελίαν παραστή- | |
| [σ]ας μὲν τοῖς ἐντεμενίοις θεοῖς τὴν θυσίαν, τὰ δ’ ἀπ’ αὐτῆς κρέ[α] | |
| 10 | [διανείμ]ας τοῖς [ἀπογρ]αψαμένοις, τὸν δὲ τόπον κοινοποιησά[με]- |
| νος καὶ τοῖς διὰ τύχην κα[κ]<ὴ>ν μὴ μεταλαβοῦσιν αὐτοῦ. | |