Honorific decree of the phrouroi for the phrourarchos Helikon. Two adjoining anta blocks.
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 250-200 BC — IvPriene (1906) 19 + p. 308
See also:
1 | οἱ φρουροὶ οἱ ἐν Τηλωνήα[ι] |
crown.2 | Ἑλικῶντα |
Λεωμέδοντος. | |
4 | [Ἀ]πολλώνιος Ἀπολλοδώρου εἶπεν· ἐπειδὴ |
5 | [Ἑλ]ικὼν Λεωμέδοντος ἀποδειχθεὶς ὑπὸ τοῦ |
[δή]μου φρούραρχος εἰς Τηλώνηαν καὶ φρουραρχή- | |
[σα]ς ἐπὶ στεφανηφόρου Πρωτάρχου τὴν πρώτην | |
[τ]ετράμηνον τῆς τε φυλακῆς πᾶσαν ἐπιμέλει- | |
[α]ν καὶ σπουδὴν ἐποιήσατο ὅπως ἂν εὐτακτῆ- | |
10 | ται, ἐφοδεύων αὐτὸς καὶ πάλιν τοῦ υἱοῦ δια̣〚λα〛- |
λαβ̣όντος {²⁶διαλαβόντος}²⁶ ἕνεκεν τῆς ἀσφαλείας τοῦ φρουρί- | |
[ου], καὶ τῶμ φρουρῶν προενόησεν ἔν τε τοῖς ἄλ- | |
[λ]οις καὶ ὅπως ἂν τὸ ἴσον ἔχωσιν καὶ εὖ συν- | |
[α]λλακτῆται τὰ κατὰ τὴν ἄκραν πάντ[α], | |
15 | καὶ ἐφέστη τὸγ χρόνον πάντα καθαρῶ[ς] |
[καὶ δι]κ̣α̣ί̣ω̣ς [․․․․]․․[․․․]․․․[․․]․․ΜΕ̣[․․․․․] | |
[․․․․․]ος παρακαλ̣[ῶ]ν̣ αὐτοὺς [τηρε]ῖν [τὴν] | |
[ἄκρ]αν ἐπιμελῶς, λογιζομένους ὡς οὐθὲ[ν] | |
[με]ῖζόν ἐστιν ἀνθρώποις Ἕλλησιν τῆς ἐ- | |
20 | [λε]υθερίας· πρότ[ε]ρόν τε ἀποδειχθεὶς ὑπὸ |
[το]ῦ δήμου φρού[ρα]ρχος δὶς καὶ ἄρξας ἀξί- | |
[ως] ἑαυτοῦ τε κα[ὶ] τῶν ἀποδειξάντων | |
[ἐσ]τεφανώθη ὑπὸ̣ τῶμ φρουρῶν ἐπαιν[ε]- | |
[θε]ὶς χρυσέοις στεφάνοις· ὁ δὲ τοὺς μὲ[ν] | |
25 | [φρο]υ̣ροὺς ἐνεκωμίασεν ὅτι τοῖς ἀξίοις |
[τῶν] ἀνδρῶν τὰς προσηκούσας τιμὰς ἀπο- | |
[νέ]μουσιν, τὸ μέντοι διάφορον τῶν στεφ[ά]- | |
[ν]ω̣ν οὐκ ἔλαβε[ν] λόγοις, ΟΜ̣Ο̣Ι̣Ι̣Α̣Τ̣Ο̣ΡΑΝ λαβόμενο[ς] | |
[ἀν]τ̣ὶ παντὸς διαφόρου, καὶ ἐν τοῖς ἄλλοις | |
30 | [ἀ]νέγκλητος ὢν δια̣τετέλεκεν πρὸς πάν- |
[τας]· ἵ̣να οὖν οἱ φρουροὶ φαίνωνται τῶγ καλῶ[ν] | |
[καὶ] ἀ̣γαθῶν ἀ̣νδρῶν καὶ μνήμης ἀξίων | |
[πρ]ό̣νοιαν ποιούμενοι, δεδόχθαι τοῖς φρου- | |
[ρο]ῖς· ἐπῃνῆσθαι Ἑλικῶντα Λεωμέδοντο[ς] | |
35 | [ἀρ]ε̣τῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὐ- |
[τού]ς τε καὶ τοὺς ἄλλους πολίτας, καὶ | |
[στ]εφανῶσαι αὐτὸν χρυσέωι στεφά- | |
[νω]ι ἀπὸ χρυσῶν δέκα· ἵνα δὲ καὶ τὰ ἐ- | |
[ψη]φισμένα ὑπάρχη̣ι διὰ παντὸς ἔν τ[ε] | |
40 | [τ]ῆ̣ι πόλει καὶ τῆι ἄκραι, ἑλέσθαι πρεσ- |
[β]ευτὰς ἄνδρας δύο, οἵτινες παραγενό- | |
μ̣ενοι ἐπί τε τὴν βουλὴν καὶ τὸν δῆμο[ν] | |
[ἐν] τῶι ἐννόμωι χρόνωι ἀξιώσουσιν, ἵνα τε ἡ | |
ἀναγραφὴ τοῦδε τοῦ ψηφίσματος γένηται ὑ[π’] | |
45 | αὐτῶν ἐν τῆι παραστά[δι] τῆς στοᾶς τῆς ἐν |
τῶι Ἀσκληπιήωι τῆι ἐν δεξιᾷ εἰσπορευομέ- | |
[ν]ων καὶ ἵνα δοθῆι αὐτοῖς τόπος ἐν τῶι ἱε- | |
ρῶι τοῦ Τήλωνος ὁ παρὰ τὴν στήλην τὴν | |
Ἀριστίππου τοῦ Φιλίου, ἐν ὧι ἀναθήσουσιν | |
50 | στήλην λιθίνην ἀναγράψαντες ἐν αὐτῆ[ι] |
[τ]ὸ ψήφισμα τόδε· καὶ ὅπως ἂν ὁ στέφανος | |
[ἀ]ν̣αγορευθῆ̣ι ὧι τετίμη̣τα̣ι Ἑλικ̣ὼ̣ν καὶ δι’ | |
[ἃς] αἰτίας ὑπὸ τῶμ φρουρῶν ἐ̣ν τοῖς πρώτοις | |
[Δ]ιονυσίοις αὐλητῶν τῶ[ι] ἀ̣γῶνι τῶι πα̣ιδικῶ[ι]· | |
55 | τ̣ῆ̣ς δὲ ἀναγγελίας ἐπιμ[έ]λ[ε]ια[ν] ποιήσασ- |
[θ]α̣ι̣ τόν τε ἀγωνοθέτη̣ν [․]ΟΝ̣Ν̣Γ̣[․․]Τ̣ΕΚΑΙ | |
[․․․․․]ΙΛ[․]Ω̣[․․․․․․․․․․․․․․․․․․․․]ỊMO[—] | |
[— — — — — — — — — — — — — — — — — — —]ΙΟΥ | |
[ἐνεγκεῖν ἐλ] λόγ[ωι — — — — — — — — — —] |