Honorific decree for Nymphon as phrourarchos a second time. Stele, preserved at the top and on the right; now missing.
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 270-262 BC — JHS 4 (1883) 237-242; 5 (1884) 60-61 — IvPriene (1906) 22
See also:
1 | [Ν]ύμφωνι Πρωτάρχου. |
[ἐπὶ στ]εφανηφόρου Λεωμέδοντος, μηνὸς Ταυρε[ῶ]- | |
νος· Λυσίας Πολυχάρους εἶπεν· ἐπειδὴ Νύμφω[ν] | |
[Π]ρωτάρχου πρότερόν τε φρούραρχος ἀποδει- | |
5 | [χ]θεὶς τῆς ἄκρας ὑπὸ τοῦ δήμου ἐπιμελῶς τε καὶ δι- |
[κ]α[ί]ως διαφυλάξας μετὰ τῶμ φρουρῶν παρέδω- | |
[κεν αὐ]τὴν τῶι δήμωι καθότι καὶ παρέλαβεν, καὶ πά̣- | |
[λιν τὸ] δεύτερον ἀποδειχθεὶς φρούραρχος ὑπὸ τοῦ | |
[δήμου] τῆς ἄκρας διέμεινέ τε πάντα τὸγ χρόνον | |
10 | [ἐν τῶι φρ]ουρίωι κατὰ τὸν νόμον καὶ παρέδωκεν τῶι |
[δήμωι, καὶ τ]οῖς φρουροῖς ὀρθῶς καὶ δικαίως χρώμενος | |
[— — — — — —] καθότι καὶ πρότερον, καὶ ἐν τοῖς ἄλλοις | |
[— — — ἑαυτὸν δι]ατελεῖ παρεχόμενος εἰς τὰ συμφέ- | |
[ροντα τῆι πόλει], τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι | |
15 | [καὶ τῶι δήμωι· στεφ]α̣νῶσαι Νύμφωνα Πρωτάρχου |
[τοῖς πρώτοις Διον]υ̣σίοις τῶι ἀγῶνι τῶν τραγω[ι]- | |
[δῶν στεφάνωι χρυσέ]ωι τῶι ἐκ τοῦ νόμου καὶ δη- | |
[λῶσαι δι’ ἃς αἰτίας στε]φανοῦται· τῆς δὲ ἀναγγ[ε]- | |
[λίας ἐπιμεληθῆναι τὸν ἀγ]ωνοθέτην· ὅπως δ’ ἂν̣ ἦ[ι] | |
20 | [φανερὰ πᾶσιν ἡ τοῦ δήμου π]ροαίρεσις ἣν ἔχων |
[καταξίως ἀνδρῶν καλῶν καὶ ἀ]γαθῶν ὄντων δ̣ια̣- | |
[τελεῖ — — — — — — — — — — —] κοινῶν ἐπιστα- | |
[— — — — εἰς ἅπαντα τὸν χρόνον μν]ημονεύων- | |
[ται, ἀναγράψαι τὸ ψήφισμα τόδε εἰς στή]λην λιθί- | |
25 | [νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· τὸ δ]ὲ̣ ἀνά- |
[λωμα — — — — — — — — — — — — — — — —]εις | |