Honorific decree for Nymphon as phrouarchos. Two fragments of a stele of blue marble (b now missing); inscribed two times (nos. 21-22).
[ ]
Ionia — Priene — Sanct. of Athena — ca. 270-262 BC — GIBM III (1890) 416 — IvPriene (1906) 21
See also:
1 | [ἐπὶ] στ[εφα]νηφόρου Ἀκάμαντος, μηνὸς Μεταγε[ιτνι]- |
[ῶνος ․․․․․] ἱ̣σταμένου· Α[․․․․․․․․․]έου̣ εἶπε̣[ν· ἐπει]- | |
[δὴ Νύμφω]ν Πρωτάρχου φρούραρχος ἀποδειχθεὶς τῆς ἄ[κρας] | |
ὑπὸ τοῦ δήμου διέμεινέ τε πάντα τὸγ χρόνον ἐν τῶι φρου- | |
5 | ρίωι κατὰ τὸν νόμον καὶ ἐπιμελῶς καὶ φιλοτίμως διαφυλά̣- |
ξας μετὰ τῶν φρουρῶν παρέδωκε τῶι δήμωι καθότι καὶ πα- | |
ρέλαβεν, καὶ τοῖς φρουροῖς ὀρθῶς καὶ δικαίως χρώμενος | |
διετέλεσεν, τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
μωι· ἐπηινῆισθαί τε Νύμφωνα καὶ στεφανῶσαι αὐτὸν | |
10 | στεφάνωι χρυσέωι καὶ ἀναγγεῖλαι τὸν στέφανον καὶ δι’ |
ἃς αἰτίας στεφανοῦται τοῖς πρώτοις Διονυσίοις αὐλητῶ[ν] | |
τῶι πρώτωι ἀγῶνι· τῆς δὲ ἀναγγελίας ποιήσασθαι τὴν ἐ- | |
πιμέλειαν τὸν ἀγωνοθέτην, ὅπως φαίνηται μνημονε[ύ]- | |
ων ὁ δῆμος τῶν δικαίων ἀνδρῶν καὶ ἀγαθῶν· τὸ δὲ ψήφισμα τόδε | |
15 | ἀναγράψαι εἰς τὴν στήλην τὴν πρότερον ὑπάρχουσαν αὐ- |
τῶ<ι> ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς· τὸ δὲ ἀνάλωμα τό τε εἰς τὸν | |
[σ]τέφανον καὶ τὴν ἀναγραφὴν τοῦ ψηφίσματος ὑπηρε- | |
τῆσαι τὸν νεωποίην Κλεότιμον ἐν τῶι μηνὶ τῶι Βοιηδρομιῶ- | |
[ν]ι τῶι ἐπὶ τοῦ θεοῦ τοῦ μετὰ Ἀκάμαντα καὶ ἀνενεγκεῖν | |
20 | [ἐ]ν λόγωι. |