Edict of the proconsul Paulus Fabius Maximus and decrees of the Greek cities of Asia concerning the introduction of a common calendar to the province of Asia. Prienian copy.  Sacred Hall. Two anta blocks, one of blue limestone, the other of white marble.
[ ] Ionia — Priene — 9 BC — MDAI(A) 24 (1899) 275-293 — IvPriene (1906) 105 + p. 310 — R.K. Sherk, Roman Documents (1969) 328, 65
1 [Παῦλλος Φάβιος Μάξιμος ἀνθύπατος λέγει· — — — — — — — — — — — —]
[․ν̣ παρ]ὰ τῶν πρότ[ερ]ον παρειλ[ήφαμεν — — — — — — — — — — — —ι̣αν̣]
[καὶ τὸ] τῶν θεῶν [ε]ὐμενὲς κα[ὶ — — — — — — ἀπορεῖσθαι — — — — — —]
[πότ]ε̣ρ̣ον ἡδείων ἢ ὠφελ[ιμω]τ[έρα ]στὶν ἡ τοῦ [θειοτάτου Καίσαρος γενέ]-
5 [θλι]ο[ς] ἡμέρα, ἣν [τ]ῆι τῶν πά[ντω]ν []ρχῆι ἴσηι δικαίω̣[ς ἂν εἶναι ὑπολάβοιμεν],
[καὶ] εἰ μὴ τῇ φύσι, τῶι γε χρ[η]σίμ[ωι, ε]ἴ γε οὐδὲ[ν] οὐχὶ̣ δ̣ιαπ̣ε[]πτο̣[ν καὶ εἰς ἀτυ]-
[χὲ]ς μεταβεβηκὸς σχῆμ[α][ν]ώρ[θ]ωσεν, ἑτέραν τε ἔδω[κεν παντὶ τῶι]
[κόσ]μῳ ὄψιν, ἥδιστα ἂν δεξ[α]μ̣[]νων φθοράν, εἰ μὴ τὸ κοινὸν [πάντων εὐ]-
[τύ]χ[η]μ̣α ἐπε̣γ̣εννήθηι Κα[ῖσαρ· δ]ι’ [] ἄν τι[ς] δικαίως ὑπολάβο[ι τοῦτο ἁτῶι]
10 ἀρχὴν τοῦ βίου καὶ τῆς ζωῆς [γε]γο[νέν]αι, ὅ ἐστιν πέρας κα[ ὅρος τοῦ με]-
ταμέλεσθαι, ὅτι [γ]εγέννη̣[ται· καὶ ἐπε]ὶ οὐδ[ε]μιᾶ[ς] ἂν ἀπὸ ἡμ[έρας εἴς]
[τ]ε τὸ κοινὸν [κ]αὶ εἰς τὸ ἴδιον ἕκαστο[ς] ὄφελος ε̣ὐτυχεστέρα[ς λάβοι]
ἀφορμὰς [] τῆς πᾶσιν [γε]ν̣ομένης εὐτυχοῦς, σχεδόν τ̣[ε] συ[νβαίνει]
[τ]ὸν αὐτὸν τ[αῖ]ς ἐν Ἀσίᾳ πόλεσιν καιρὸν εἶναι τῆς εἰς̣ τ̣ὴν ἀρχὴ[ν εἰσόδου],
15 [δ]ηλονότι κ̣α̣[τά τιν]α θήαν βούλησιν οὕτως [τ]ῆς τάξεως προτε[τυπωμέ]-
[νη]ς, ἵνα ἀφορμὴ γένοιτο τῆς εἰς τὸν Σεβαστὸν τειμῆς· καὶ ἐπε[ δύσκο]-
[λο]ν μέν ἐστιν τοῖς τοσούτοις αὐτοῦ εὐεργετήμασιν κατ’ ἴσον ε[ὐχαρισ]-
τ̣εῖν, εἰ μὴ παρ’ ἕκ[ασ]τα []πινοήσαιμεν τρόπον τινὰ τῆς ἀμείψε[ως],
ἥ̣δειον δ’ ἂν ἄνθρωπο[ι τ]ὴν κοινὴν πᾶσιν ἡμέραν γενέθλιον ἀγάγ̣[οιεν]
20 []ὰν προσγένηται αὐτοῖς καὶ ἰδία τις διὰ τὴν ἀρχὴν ἡδον[], δοκεῖ μ[οι]
[π]ασῶν τῶν πολειτηῶν εἶναι μίαν καὶ τὴν αὐτὴν νέαν νουμηνίαν
τὴν τοῦ θηοτάτου Καίσαρο[ς γ]ενέθλιον, ἐκείνην τε πάντας εἰς τὴν
ἀρχὴν ἐνβαίνειν, ἥτις ἐστ[ὶν πρ]ὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ὅπως
καὶ περισσότερον τειμηθῇ π[ρο]σλαβομένη ἔξωθέν τινα θρησκήαν καὶ
25 μ̣ᾶλλον πᾶσ[ι]ν γένηται [γ]νώριμος· ἣν οἴομαι καὶ πλείστην εὐχρηστίαν
τῆι ἐπαρχήᾳ παρέξεσθαι· ψήφισμα δὲ ὑπὸ τοῦ κοινοῦ τῆς Ἀσ[]ας δεή-
σει γραφῆναι πάσας ἐνπε[ριει]λ̣η̣φὸς τὰς ἀρετὰς αὐτοῦ, ἵνα τὸ ἐπινοη-
θὲν ὑφ’ ἡμῶν εἰς τὴν τειμὴν τοῦ Σεβαστοῦ μείνῃ αἰώνιον· προστάξω
[δ]ὲ χαραχθὲν τῇ στήλῃ τὸ ψήφισμα ἐν τῷ να[] ἀνατεθῆναι, προτά-
30 [ξ]ας τὸ διάταγμα ἑκατέρως γραφέν.  ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας
Ἕλλη[σι]ν· γνώ[μη] τοῦ ἀρχιερέως Ἀπολ[λ]ωνίου [τοῦ Μηνο]φ̣ί̣λ̣ου Ἀ̣ζ̣α̣[νί]του·
[ἐπεὶ πᾶσαν διατάξασα τ]ὸν [βίον ἡμῶν πρόνοια σπουδὴν εἰσενενκα]-
[μ]ένη [καὶ] φ[ιλοτιμί]αν τὸ τεληότατο[ν τῷ βίῳ διεκόσμησεν ἀγαθὸν]
ἐνενκαμένη τὸν Σεβαστόν, ὃν εἰς εὐεργε[σίαν ἀνθρώπων ἐκ πάσης ἐπλή]-
35 ρωσεν ἀρετῆς, ὅσπερ ἡμεῖν καὶ τοῖς μεθ’ ἡ[μᾶς ἀνθ’ ἑατῆς θεόν, δοῦσα]
τὸν παύσαντα μὲν πόλεμον, κοσμήσοντα [δὲ εἰρήνην, ἐν καὶ γεννηθεὶς]
[] Καῖσαρ τὰς ἐλπίδας τῶν προλαβόντων [ἐν ταῖς εὐεργεσίαις ὑπερ]-
έθηκεν οὐ μόνον τοὺς πρὸ αὐτοῦ γεγονότ[ας πᾶσι τοῖς ἀγαθοῖς ὑπερβαλ]-
λόμενος, ἀλλ’ οὐδ’ ἐν τοῖς ἐσομένοις ἐλπίδ τῆς συνκρίσεως πολείπων],
40 ἦρξεν δὲ τῶι κόσμωι τῶν δι’ αὐτὸν εὐανγελί[ων γενθλιος ἡμέρα]
τοῦ θεοῦ, τῆς δὲ Ἀσίας ἐψηφισμένης ἐν Σμύρνῃ [ἐπὶ ἀνθυπάτου]
Λευκίου Ουολκακίου Τύλλου, γραμματεύοντος Παπ[ίου Διοσιερίτου],
τῷ μεγίστας γ’ εἰς τὸν θεὸν καθευρέντι τειμὰς εἶναι [στέφανον],
Παῦλλος Φάβιος Μάξιμος ὁ ἀνθύπατος τῆς ἐπαρχήας ε[ὐεργέτης]
45 ἀπὸ τῆς ἐκείνου δεξιᾶς καὶ [γ]νώμης ἀπεσταλμένος ξὺν̣ [τοῖς ἄλλοις]
οἷς εὐεργέτησεν τὴν ἐπαρχήαν, ὧν εὐεργεσιῶν τὰ μεγέθ̣[η λόγος]
εἰπεῖν οὐδεὶς ἂν ἐφίκοιτο, καὶ τὸ μέχρι νῦν ἀγνοηθὲν ὑπὸ τῶν [Ἑλλή]-
νων εἰς τὴν τοῦ Σεβαστοῦ τειμὴν εὕρετο, τὸ ἀπὸ τῆς ἐκείνου γ[ενέ]-
σεως ἄρχειν τῷ βίῳ τὸν χρόνον, δι’ ὃ τύχῃ ἀγαθῇ καὶ ἐπὶ σωτηρίᾳ δ[εδό]-
50 χθαι τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησι· ἄρχειν τὴν νέαν νουμηνίαν πάσα[ις]
ταῖς πόλεσιν τῇ πρὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ἥτις ἐστὶν γενέ-
θλιος ἡμέρα τοῦ Σεβαστοῦ· ὅπως δὲ ἀεὶ ἥ<δ>ε ἡμέρα στοιχῇ καθ’ ἑκάσ-
την πόλιν, συνχρηματίζε[ι]ν τῇ Ῥωμαϊκῇ καὶ τὴν Ἑλληνικὴν ἡμέραν,
ἄγεσθαι δὲ τὸν πρῶτον μῆνα Καίσαρα, καθὰ καὶ προεψήφισται, ἀρχόμε-
55 νον ἀπὸ πρὸ ἐννέα μὲν καλανδῶν Ὀκτωβρίων, γενεθλίου δὲ ἡμέρας
Καίσαρος· τὸν δὲ ἐψηφισμένον στέφανον τῷ τὰς μεγίστας εὑρόντ[ι]
τειμὰς ὑπὲρ Καίσαρος δεδό[σ]θαι Μαξίμωι τῶι ἀνθυπάτωι, ὃν καὶ ἀεὶ
ἀναγορεύεσθαι ἐν τῷ γυμνικῷ ἀγῶνι τῶι ἐν Περγάμωι τῶν Ῥω[μα]ίω[ν]
Σεβαστῶν ὅτι «στεφανοῖ [ἡ̣ Ἀσ]ία Παῦλον Φάβιον Μάξιμον εὐ[σεβ][σ]-
60 τατα παρευρόντα τὰς εἰς Καίσαρα τειμάς»· ὡσαύτως δὲ ἀνα[γορεύ]ε[σ]-
θαι καὶ ἐν τοῖς ἀγομένοις κατὰ πόλιν ἀγῶσιν τῶν Καισαρήω[ν
ἀναγραφῆναι δὲ τὸ δελτογράφημα τοῦ ἀνθυπάτου καὶ τὸ ψήφισμα τῆς
Ἀσίας ἐν στήλῃ λευκολίθωι, ἣν καὶ τεθῆναι ἐν τῶι τῆς Ῥώμης καὶ τοῦ
Σεβαστοῦ τεμένει· προνοῆσαι δὲ καὶ τοὺς καθ’ ἕτος ἐκδίκους ὅπως
65 ἐν ταῖς ἀφηγουμέναις τῶν διοικήσεων πόλεσιν ἐν στήλαις λευ-
κολίθοις ἐνχαραχθῇ τό τε δελτογράφημα τὸ Μαξίμου καὶ τὸ τῆς Ἀσίας
ψήφισμα, αὗταί τε αἱ στῆλαι τεθῶσιν ἐν τοῖς Καισαρήοις. ἀχθήσονται
οἱ μῆνες κατὰ τάδε· Καῖσαρ ἡμερῶν λα, Ἀπελλαῖος ἡμερῶν λ,
Αὐδναῖος ἡμερῶν λα, Περίτιος ἡμερῶν λα, Δύστρος κη, Ξανδικὸς λα,
70 Ἀρτεμισιὼν ἡμερῶν λ, Δαίσιος λα, Πάνημος λ, Λῷος λα, Γορπιαῖος λα,
Ὑπερβερεταῖος λ· ὁμοῦ ἡμέραι τξε· ἐφ’ ἕτος δὲ διὰ τὴν ἰντερκαλάριον
ὁ Ξανδικὸς ἀχθήσεται ἡμερῶν λβ· ἵνα δὲ ἀπὸ τοῦ νῦν στοιχήσωσιν οἱ
μῆνες καὶ αἱ ἡμέραι, ὁ μὲν νῦν ἐνεστὼς Περίτιος μὴν ἀχθήσεται μέχρι τῆ[ς]
ιδ, τῇ δὲ πρὸ ἐννέα καλανδῶν Φεβρουαρίων ἄξομεν νουμηνίαν μηνὸς
75 Δύστρου, καὶ καθ’ ἕκαστον μῆνα ἀρχὴι ἔσται τῆς νουμηνίας ἡ πρὸ ἐννέα
καλανδῶν· ἡ δὲ ἐνβόλιμος ἡμέρα ἔσται πάντοτε τῶν ἰντερκαλαρίων κα-
λανδῶν τοῦ Ξανδικοῦ μηνός, δύο ἐτῶν μέσων γεινομένων.
ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησιν· γνώμη τοῦ ἀρχιερέως Ἀπολλωνίου τοῦ
Μηνοφίλου Ἀζεανείτου· ἐπεὶ τὴν νέαν νουμηνίαν ἀεὶ δεῖ ἑστάναι τὴν αὐτὴ[ν]
80 ἅπασιν τῆς εἰς τὰς ἀρχὰς εἰσόδου κατά τε τὸ Παύλου Φαβίου Μαξίμου τοῦ ἀν-
θυπάτου διάταγμα καὶ τὸ τῆς Ἀσία<ς> ψήφισμα, ἐνποδίζεται δὲ ἡ τοῦ χρόνου
τάξις παρὰ τὰς ἐν τοῖς ἀρχαιρεσίοις ἐπικλήσεις, γείνεσθαι τὰ κατὰ τὰ
ἀρχαιρέσια μηνὶ δεκάτῳ, ὡς καὶ ἐν τῷ Κορνηλίωι νόμωι γέγραπται, ἐντὸς
δεκάτης ἱσταμένου.
85
Search Help
Contact Us